1

 2

 3

 4

 5

 6

5

Εἶδε τὰ οὐράνια θαύματα, ἐπέγνω τὴν 31.521 ἀλήθειαν, προσέφυγε τῷ ∆εσπότῃ, συνηριθμήθη τοῖς μάρτυσι. Τὰ τῶν μαθητῶν ἀνενεώσατο. Ἀπῆλθεν Ἰούδας, καὶ ἀντεισήχθη Ματθίας. Μιμητὴς ἐγένετο Παύλου, ὁ χθὲς διώκτης, σήμερον εὐαγγελιζόμενος. Ἄνωθεν ἔσχε καὶ αὐτὸς τὴν κλῆσιν, Οὐκ ἀπ' ἀν θρώπων, οὐδὲ δι' ἀνθρώπου. Ἐπίστευσεν εἰς τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐβαπτίσθη εἰς αὐτὸν, οὐχ ὑπὸ ἄλλου, ἀλλ' ὑπὸ τῆς οἰκείας πί στεως· οὐκ ἐν ὕδατι, ἀλλ' ἐν τῷ ἰδίῳ αἵματι. Καὶ οὕτως, ἡμέρας ἀρχομένης, ἔτι ἐμπνέοντες τῷ πυρὶ παρεδόθησαν, καὶ τὰ τοῦ πυρὸς λεί ψανα ἐπὶ τὸν ποταμὸν ἀπεῤῥίφη· ὥστε διὰ πάσης τῆς κτίσεως διεξελθεῖν τῶν μακαρίων τὴν ἄθλησιν. Ἐπὶ τῆς γῆς ἠγωνίσαντο, τῷ ἀέρι ἐνεκαρτέρησαν, τῷ πυρὶ παρεδόθησαν, τὸ ὕδωρ αὐτοὺς ὑπεδέξατο. Ἐκείνων ἐστὶν ἡ φωνή· ∆ιήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Οὗτοί εἰσιν οἱ τὴν καθ' ἡμᾶς χώραν διαλαβόντες, οἱονεὶ πύργοι τινὲς συνεχεῖς, ἀσφάλειαν ἐκ τῆς τῶν ἐναν τίων καταδρομῆς παρεχόμενοι, οὐχ ἑνὶ τόπῳ ἑαυ τοὺς κατακλείσαντες, ἀλλὰ πολλοῖς ἤδη ἐπιξε νωθέντες χωρίοις, καὶ πολλὰς πατρίδας κατακοσμή σαντες. Καὶ τὸ παράδοξον, οὐ καθ' ἕνα διαμερισθέν τες τοῖς δεχομένοις ἐπιφοιτῶσιν· ἀλλ' ἀναμι χθέντες ἀλλήλοις, ἡνωμένως χορεύουσιν.

Ὢ τοῦ θαύ ματος! Οὔτε ἐλλείπουσι τῷ ἀριθμῷ, οὔτε πλεονα σμὸν ἐπιδέχονται. Ἐὰν εἰς ἑκατὸν αὐτοὺς διέλῃς, τὸν οἰκεῖον ἀριθμὸν οὐκ ἐκβαίνουσιν· ἐὰν εἰς ἓν συν αγάγῃς, τεσσαράκοντα καὶ οὕτω μένουσι, κατὰ τὴν τοῦ πυρὸς φύσιν. Καὶ γὰρ ἐκεῖνο καὶ πρὸς τὸν ἐξ άπτοντα μεταβαίνει, καὶ ὅλον ἐστὶ παρὰ τῷ ἔχοντι· καὶ οἱ τεσσαράκοντα καὶ πάντες εἰσὶν ὁμοῦ, καὶ πάντες εἰσὶ παρ' ἑκάστῳ. Ἡ ἄφθονος εὐεργεσία, ἡ μὴ δαπανωμένη χάρις· ἑτοίμη βοήθεια Χριστιανοῖς, ἐκκλησία μαρτύρων, στρατὸς τροπαιοφόρων, χορὸς δοξολογούντων. Πόσα ἂν ἔκαμες, ἵνα ἕνα που εὕ 31.524 ρῃς ὑπὲρ σοῦ δυσωποῦντα τὸν Κύριον; Τεσσαράκοντά εἰσι, σύμφωνον ἀναπέμποντες προσευχήν. Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου, ἐκεῖ ἐστιν ἐν μέσῳ αὐτῶν. Ὅπου δὲ τεσσαράκοντα, τίς ἀμφιβάλλει Θεοῦ παρουσίαν; Ὁ θλιβόμενος ἐπὶ τοὺς τεσσαράκοντα καταφεύγει, ὁ εὐφραινόμενος ἐπ' αὐτοὺς ἀποτρέχει· ὁ μὲν, ἵνα λύσιν εὕρῃ τῶν δυσχερῶν· ὁ δὲ, ἵνα φυλαχθῇ αὐτῷ τὰ χρηστότερα. Ἐνταῦθα γυνὴ εὐσεβὴς ὑπὲρ τέκνων εὐχομένη κα ταλαμβάνεται, ἀποδημοῦντι ἀνδρὶ τὴν ἐπάνοδον αἰ τουμένη, ἀῤῥωστοῦντι τὴν σωτηρίαν. Μετὰ μαρτύ ρων γενέσθω τὰ αἰτήματα ὑμῶν. Οἱ νεανίσκοι τοὺς ἡλικιώτας μιμείσθωσαν· οἱ πατέρες, τοιούτων εἶναι παίδων πατέρες εὐχέσθωσαν· αἱ μητέρες, καλῆς μητρὸς διήγημα διδαχθήτωσαν. Μήτηρ ἑνὸς τῶν μακαρίων ἐκείνων, θεασαμένη τοὺς ἄλλους ἤδη τῷ κρύει τελειωθέντας, τὸν δὲ ἑαυτῆς υἱὸν ἔτι ἐμπνέοντα ὑπό τε ῥώμης καὶ τῆς πρὸς τὰ δεινὰ καρ τερίας, καταλιμπανόντων αὐτὸν τῶν δημίων ὡς δυ νάμενόν γε μεταβουλεύσασθαι, αὐτὴ ταῖς οἰκείαις χερσὶν ἀραμένη, ἐπέθηκε τῇ ἁμάξῃ, ἐφ' ἧς οἱ λοιποὶ συγκείμενοι πρὸς τὴν πυρὰν ἤγοντο, μάρτυρος ὄντως μήτηρ.

Οὐ γὰρ δάκρυον ἀφῆκεν ἀγεννές· οὐδ' ἐφθέγξατο ταπεινόν τι καὶ ἀνάξιον τοῦ καιροῦ· ἀλλ', Ἄπιθι, φησὶν, ὦ παῖ, τὴν ἀγαθὴν πορείαν μετὰ τῶν ἡλικιωτῶν, μετὰ τῶν συσκήνων· μὴ ἀπολειφθῇς τῆς χορείας· μὴ δεύτερος τῶν ἄλλων ἐμφανισθῇς τῷ ∆εσπότῃ. Ὄντως ἀγαθῆς ῥίζης ἀγαθὸν βλάστημα. Ἔδειξεν ἡ γενναία μήτηρ, ὅτι δόγμασιν εὐσεβείας ἐξέθρεψεν αὐτὸν μᾶλλον ἢ γάλακτι. Καὶ ὁ μὲν οὕτω τραφεὶς οὕτω προεπ έμφθη παρὰ μητρὸς εὐσεβοῦς· ὁ δὲ διάβολος ἀπῆλθε κατ ησχυμμένος. Ἅπασαν γὰρ ἐπ' αὐτοὺς κινήσας τὴν κτίσιν, πάντα εὗρεν ἡττώμενα τῆς τῶν ἀνδρῶν ἀρε τῆς, νύκτα δυσήνεμον, πατρίδα χειμέριον, τὴν ὥραν τοῦ ἔτους, τῶν σωμάτων τὴν γύμνωσιν. Ὢ χορὸς ἅγιος! ὢ σύνταγμα ἱερόν! ὢ συνασπισμὸς ἀῤ ῥαγής! ὢ κοινοὶ φύλακες τοῦ γένους τῶν ἀνθρώ πων! ἀγαθοὶ κοινωνοὶ φροντίδων, δεήσεως συνερ γοὶ, πρεσβευταὶ δυνατώτατοι, ἀστέρες τῆς οἰκουμέ νης, ἄνθη τῶν