1

 2

 3

 4

 5

 6

6

Ἐκκλησιῶν. Ὑμᾶς οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο· ἠνοίγησαν ὑμῖν παραδείσου πύλαι. Ἄξιον θέαμα τῇ στρατιᾷ τῶν ἀγγέλων, ἄξιον πατριάρχαις, προφήταις, δι καίοις, ἄνδρες ἐν αὐτῷ τῷ ἄνθει τῆς νεότητος, τοῦ βίου καταφρονήσαντες, ὑπὲρ γονεῖς, ὑπὲρ τέκνα τὸν Κύριον ἀγαπήσαντες. Αὐτὸ τῆς ἡλικίας ἄγοντες τὸ 31.525 βιώσιμον, ὑπερεῖδον τῆς προσκαίρου ζωῆς, ἵνα δοξά σωσι τὸν Θεὸν ἐν τοῖς μέλεσιν ἑαυτῶν· θέατρον γε νόμενοι τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις, τοὺς πεπτωκότας ἤγειραν, τοὺς ἀμφιβόλους ἐβεβαιώ σαντο, τοῖς εὐσεβέσι τὴν ἐπιθυμίαν ἐδιπλασίασαν. Ἒν ὑπὲρ τῆς εὐσεβείας ἅπαντες ἀναστήσαντες τρόπαιον. ἑνὶ καὶ τῷ στεφάνῳ τῆς δικαιοσύνης κατεκο σμήθησαν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.