1

 2

 3

 4

 5

 6

2

αὐτὸς ἐκφλογούμενος, οὐ κατα ψύχων τὴν φλόγα. Οὕτω καὶ ἡ ἀνθρωπίνη τοῦ Κυρίου σὰρξ, αὐτὴ μετέσχε τῆς θεότητος, οὐ τῇ θεότητι μετέδωκε τῆς οἰκείας ἀσθενείας. Ἢ οὐδὲ τῷ αἰσθητῷ τούτῳ πυρὶ ἴσον δίδως ἐνεργεῖν τὴν θεότητα, ἀλλὰ πάθος περὶ τὸν ἀπαθῆ ἐκ τῆς ἀνθρω πίνης ἀσθενείας φαντάζῃ, καὶ ἀπορεῖς πῶς ἡ φθαρτὴ φύσις τῇ πρὸς Θεὸν κοινωνίᾳ ἔσχε τὸ ἀκήρατον; Μάθε δὴ τὸ μυστήριον. ∆ιὰ τοῦτο Θεὸς ἐν σαρκὶ, ἵν' ἐναποκτείνῃ τὸν ἐμφωλεύοντα θάνατον. Ὡς γὰρ τῶν φαρμάκων τὰ ἀλεξητήρια κατακρατεῖ τῶν φθαρ τικῶν, οἰκειωθέντα τῷ σώματι, καὶ ὡς τὸ ἐνυπάρχον τῷ οἴκῳ σκότος τῇ ἐπεισαγωγῇ τοῦ φωτὸς λύεται οὕτως ὁ ἐνδυναστεύων τῇ ἀνθρωπίνῃ φύσει θά νατος τῇ παρουσίᾳ τῆς θεότητος ἠφανίσθη. Καὶ ὡς ἐν ὕδατι πάγος, ὅσον μὲν χρόνον νύξ ἐστι καὶ σκιὰ, κατακρατεῖ τῶν ὑγρῶν, ἡλίου δὲ θάλποντος ὑποτή κεται τῇ ἀκτῖνι· οὕτως ἐβασίλευσε μὲν ὁ θάνατος μέχρι παρουσίας Χριστοῦ· ἐπειδὴ δὲ ἐφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος, καὶ ἀνέτειλεν ὁ ἥλιος τῆς δι καιοσύνης, κατεπόθη ὁ θάνατος εἰς νῖκος, τῆς ἀληθι νῆς ζωῆς τὴν ἐπιδημίαν οὐκ ἐνεγκών. Ὢ βάθος ἀγα θότητος καὶ φιλανθρωπίας Θεοῦ! ∆ι' ὑπερβολὴν φιλ ανθρωπίας πρὸς τὴν δουλείαν ἀφηνιάζομεν. ∆ιὰ τί Θεὸς ἐν ἀνθρώποις, τὸν λόγον ἐπιζητοῦσιν ἄνθρω ποι, δέον προσκυνεῖν τὴν χρηστότητα. Τί σοι ποιήσομεν, ἄνθρωπε;

Μένοντα ἐν τῷ ὕψει τὸν Θεὸν οὐκ ἐπεζήτησας, συγκαταβαίνοντά σοι καὶ διὰ σαρκὸς ὁμιλοῦντα οὐχ ὑποδέχῃ· ἀλλὰ 31.1464 πῶς οἰκειωθῇς τῷ Θεῷ, ἐπιζητεῖς τὴν αἰτίαν. Μάν θανε, ὅτι διὰ τοῦτο Θεὸς ἐν σαρκὶ, ἐπειδὴ ἔδει τὴν καταραθεῖσαν σάρκα ταύτην ἁγιασθῆναι, τὴν ἀσθε νήσασαν ἐνδυναμωθῆναι, τὴν ἀλλοτριωθεῖσαν Θεοῦ, ταύτην οἰκειωθῆναι αὐτῷ, τὴν ἐκπεσοῦσαν τοῦ πα ραδείσου, ταύτην εἰς οὐρανοὺς ἀναχθῆναι. Καὶ τί τὸ ἐργαστήριον τῆς οἰκονομίας ταύτης; Παρθένου ἁγίας σῶμα. Τίνες δὲ ἀρχαὶ τῆς γεννήσεως; Πνεῦμα ἅγιον, καὶ δύναμις Ὑψίστου ἐπισκιάζουσα. Μᾶλλον δὲ αὐτῶν ἄκουε τῶν τοῦ Εὐαγγελίου ῥημάτων. «Μνηστευθείσης γὰρ, φησὶ, τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Καὶ παρθένος, καὶ μεμνηστευμένη ἀνδρὶ, ἐπιτηδεία πρὸς τὴν τῆς οἰκονομίας διακονίαν ἐκρίθη, ἵνα καὶ ἡ παρθενία τιμηθῇ, καὶ ὁ γάμος μὴ φαυλισθῇ. Ἡ παρθενία μὲν γὰρ ὡς ἐπιτηδεία πρὸς ἁγιασμὸν ἐξ ελέγη· διὰ δὲ τῆς μνηστείας αἱ ἀρχαὶ τοῦ γάμου συμπαρελήφθησαν. Ὁμοῦ δὲ, ἵνα καὶ μάρτυς οἰκεῖος ᾖ τῆς καθαρότητος Μαρίας ὁ Ἰωσὴφ, καὶ μὴ ἔκδοτος εἴη τοῖς συκοφάνταις ὡς τὴν παρθενίαν βεβηλώσασα, μνηστῆρα εἶχε τοῦ βίου φύλακα. Ἔχω τινὰ καὶ ἄλ λον λόγον εἰπεῖν οὐδὲν ἀτιμότερον τῶν εἰρημένων, ὅτι ὁ ἐπιτήδειος πρὸς τὴν ἐνανθρώπησιν τοῦ Κυρίου καιρὸς, πάλαι προωρισμένος καὶ προδιατεταγμένος πρὸ καταβολῆς κόσμου, τότε ἐνειστήκει, καθ' ὃν ἔδει τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὴν δύναμιν τοῦ Ὑψίστου τὴν θεοφόρον ἐκείνην συστήσασθαι σάρκα. Ἐπειδὴ δὲ ὁμότιμον τῆς καθαρότητος Μαρίας οὐκ εἶχεν ἡ κατ' ἐκείνην γενεὰ τῶν ἀνθρώπων, ὥστε ἐνέργειαν τοῦ Πνεύματος ὑποδέξασθαι, προκατεί ληπτο δὲ διὰ τῆς μνηστείας, ἐξελέγη ἡ μακαρία Παρθένος, οὐδὲν τῆς παρθενίας ἐκ τῆς μνηστείας παραβλαβείσης. Εἴρηται δὲ τῶν παλαιῶν τινι καὶ ἕτερος λόγος, ὅτι ὑπὲρ τοῦ λαθεῖν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου τὴν παρθενίαν τῆς Μαρίας ἡ τοῦ Ἰω σὴφ ἐπενοήθη μνηστεία. Οἱονεὶ γὰρ μετεωρισμὸς τῷ πονηρῷ τὸ σχῆμα τῆς μνηστείας περὶ τὴν Παρ θένον ἐπενοήθη πάλαι ἐπιτηροῦντι τὰς παρθένους, ἀφ' οὗ ἤκουσε τοῦ προφήτου λέγοντος· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν.» Ἀπεβουκολήθη οὖν διὰ τῆς μνηστείας ὁ ἐπίβουλος τῆς παρθενίας. Ἤδει γὰρ κατάλυσιν τῆς ἰδίας ἀρ χῆς τὴν διὰ σαρκὸς ἐπιφάνειαν τοῦ Κυρίου γενησο μένην. «Πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.»