1

 2

 3

 4

 5

 6

4

παρέχει, ὅτι μετὰ τὸ καθαρῶς ὑπηρετήσασθαι τῇ γεννήσει τοῦ Κυρίου τῇ ἐπιτελεσθείσῃ διὰ τοῦ Πνεύματος τοῦ ἁγίου, τὰ νενομισμένα τοῦ γάμου ἔργα μὴ ἀπαρνησαμένης τῆς Μαρίας. Ἡμεῖς δὲ, εἰ καὶ μηδὲν τῷ τῆς εὐσεβείας παραλυμαίνεται λόγῳ (μέχρι γὰρ τῆς κατὰ τὴν οἰκονομίαν ὑπηρεσίας ἀναγκαία ἡ παρθενία, τὸ δ' ἐφεξῆς ἀπολυπραγμόνητον τῷ λόγῳ τοῦ μυστηρίου), ὅμως διὰ τὸ μὴ καταδέχεσθαι τῶν φιλοχρίστων τὴν ἀκοὴν, ὅτι ποτὲ ἐπαύσατο εἶναι παρθένος ἡ Θεοτόκος, ἐκείνας ἡγούμεθα τὰς μαρτυρίας αὐτάρ κεις.

Πρὸς μὲν τὸ, ὅτι «Οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὑτῆς,» ὅτι τὸ, «ἕως,» πολλαχοῦ χρόνου μέν τινα δοκεῖ περιορισμὸν ὑποφαίνειν, κατὰ δὲ τὴν ἀλήθειαν τὸ ἀόριστον δείκνυσιν. Ὁποῖόν ἐστι τὸ ὑπὸ τοῦ Κυρίου λεχθὲν τὸ, «Καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Οὐ γὰρ δήπου μετὰ τὸν αἰῶνα τοῦτον οὐκ ἔμελλε συνέσεσθαι τοῖς ἁγίοις ὁ Κύριος· ἀλλ' ἡ ἐπαγγελία τοῦ παρόντος τὸ διηνε κὲς σημαίνει, οὐκ ἔστιν ἀποκοπὴ τοῦ μέλλον τος. Τὸν αὐτὸν δὴ τρόπον φαμὲν κἀνταῦθα παρ ειλῆφθαι τὸ, «ἕως.» Ἐπειδὴ δὲ εἴρηται, «Πρωτό τοκον,» οὐ πάντως ὁ πρωτότοκος πρὸς τοὺς ἐπιγινο μένους ἔχει τὴν σύγκρισιν, ἀλλ' ὁ πρῶτον διανοίγων μήτραν πρωτότοκος ὀνομάζεται. ∆ηλοῖ δὲ καὶ ἡ κατὰ τὸν Ζαχαρίαν ἱστορία, ὅτι μέχρι παντὸς παρ θένος ἡ Μαρία. Λόγος γάρ τίς ἐστι, καὶ οὗτος ἐκ παραδόσεως εἰς ἡμᾶς ἀφιγμένος, ὅτι ὁ Ζαχαρίας, ἐν τῇ τῶν παρθένων χώρᾳ τὴν Μαριὰμ κατατάξας μετὰ τὴν τοῦ Κυρίου κύησιν, ὑπὸ τῶν Ἰουδαίων κατεφονεύθη μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστη ρίου, ἐγκληθεὶς ὑπὸ τοῦ λαοῦ ὡς διὰ τούτου κατα σκευάζων τὸ παράδοξον ἐκεῖνο καὶ πολυύμνητον 31.1469 σημεῖον, παρθένον γεννήσασαν καὶ τὴν παρθενίαν μὴ διαφθείρασαν. «Τοῦ δὲ Ἰησοῦ γεννηθέντος, φησὶν, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρε γένοντο εἰς Ἱεροσόλυμα, λέγοντες· Ποῦ ἔστιν ὁ τε χθεὶς βασιλεὺς τῶν Ἰουδαίων;» Ἔθνος Περσικὸν οἱ μάγοι, μαντείαις καὶ ἐπαοιδίαις καὶ φυσικαῖς τισιν ἀντιπαθείαις προσέχοντες, καὶ περὶ τὴν τήρησιν τῶν μεταρσίων ἐσχολακότες.

Ταύτης δὲ τῆς μαντείας ἔοικε εἶναι καὶ Βαλαὰμ, ὁ μεταπεμφθεὶς παρὰ τοῦ Βαλὰκ, ὥστε διά τινων τελετῶν καταράσα σθαι τὸν Ἰσραήλ· ὃς καὶ ἐν τῇ τετάρτῃ αὐτοῦ πα ραβολῇ τοιαῦτα λέγει περὶ τοῦ Κυρίου· «Ἄνθρω πος ὁρῶν, φησὶν, ἀκούων λόγια Θεοῦ, ἐπιστά μενος γνῶσιν Ὑψίστου, καὶ ὅρασιν Θεοῦ ἰδὼν ἐν ὕπνῳ· ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ. ∆είξω αὐτῷ, καὶ οὐχὶ νῦν, μακαρίζω, καὶ οὐκ ἐγγίζει. Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ.» ∆ιὰ τοῦτο ἐπιζητήσαντες τὸν τό πον τῆς Ἰουδαίας, κατὰ μνήμην τῆς παλαιᾶς προ φητείας, ἦλθον μαθεῖν ποῦ ἔστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων. Τάχα δὲ καὶ ἀντικειμένης δυνάμεως τῇ ἐπιφανείᾳ τοῦ Κυρίου ἀτονωτέρας λοιπὸν γενομέ νης, αἰσθανόμενοι καταργουμένης τῆς ἐνεργείας αὐ τῶν, μεγάλην δύναμιν τῷ τεχθέντι προσεμαρτύρουν. ∆ιὰ τοῦτο εὑρόντες τὸ παιδίον προσεκύνησαν αὐτῷ ἐν δώροις. Μάγοι, τὸ ἀπηλλοτριωμένον τοῦ Θεοῦ καὶ ξένον τῶν διαθηκῶν ἔθνος, πρῶτοι τῆς προσκυ νήσεως ἠξιώθησαν, διότι αἱ παρὰ τῶν ἐχθρῶν μαρ τυρίαι ἀξιοπιστότεραί εἰσιν. Εἰ γὰρ Ἰουδαῖοι προσ εκύνησαν πρῶτοι, ἐνομίσθησαν ἂν τὴν ἑαυτῶν σε μνύνειν συγγένειαν· νῦν δὲ οἱ μηδὲν προσήκοντες ὡς τῷ Θεῷ προσκυνοῦσιν, ἵν' οἱ οἰκεῖοι κατακριθῶσι, τοῦτον σταυρώσαντες, ὃν οἱ ἀλλόφυλοι προσεκύνη σαν. Ἐπεὶ μέντοι προσέκειντο ταῖς τῶν οὐρανίων κινήσεσιν, οὐκ ἀργῶς ἐθεώρουν τὸ παράδοξον τῶν κατ' οὐρανὸν θεαμάτων, ἀστέρα καινὸν καὶ ἀσυνήθη τῇ γεννήσει τοῦ Κυρίου ἐπανατείλαντα. Καὶ μηδεὶς ἑλκέτω τὴν τῆς ἀστρολογίας κατα σκευὴν εἰς τὴν τοῦ ἀστέρος ἀνατολήν. Οἱ μὲν γὰρ τὴν γένεσιν παρεισάγοντες ἐκ τῶν ἤδη ὄντων ἀστέ ρων, τῶν τούτων τοιόνδε σχηματισμὸν αἴτιον εἶναι τῶν κατὰ τὸν βίον