1

 2

 3

 4

 5

 6

6

ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ.» Θάλλει μου ἡ καρδία, καὶ πηγάζει μου ὁ νοῦς· ἀλλὰ βραχεῖα ἡ γλῶσσα καὶ ἀμυδρὸς ὁ λόγος, ὥστε τοσοῦτον χαρᾶς μέγεθος ἐξαγγεῖλαι. Νόει μοι θεοπρεπῶς τὴν ἐνανθρώπησιν τοῦ Κυρίου. Ἄχραντόν μοι νόει καὶ ἀῤῥύπωτον τὴν θεότητα· κἂν ἐν ὑλικῇ φύσει γένηται. Τὸ ἐμπα θὲς διορθοῦται, οὐκ αὐτὴ τοῦ πάθους ἐμπίπλα ται. Οὐχ ὁρᾷς τουτονὶ τὸν ἥλιον καὶ ἐν βορβόρῳ γινόμενον, καὶ μηδὲν μολυνόμενον, καὶ ῥυπα ροῖς ἐπιλάμποντα, καὶ δυσωδίας μὴ ἀπολαύοντα; Τοὐναντίον μὲν οὖν οἷς ἂν διαρκῶς ὁμιλήσῃ τὰς σηπεδόνας ἀναξηραίνει.

Τί οὖν φοβῇ περὶ τῆς ἀπαθοῦς καὶ ἀκηράτου φύσεως, μή τινα κηλίδα παρ' ἡμῶν ἀναμάξηται; ∆ιὰ τοῦτο ἐτέχθη, ἵνα σὺ καθαρθῇς διὰ τοῦ συγγενοῦς. ∆ιὰ τοῦτο αὐξάνεται, ἵνα σὺ διὰ τῆς συνηθείας οἰκειωθῇς. Ὢ βάθος ἀγα θότητος καὶ φιλανθρωπίας Θεοῦ! ∆ι' ὑπερβολὴν δω ρεῶν ἀπιστοῦμεν τῷ εὐεργέτῃ· διὰ τὴν μεγάλην τοῦ ∆εσπότου φιλανθρωπίαν πρὸς τὴν δουλείαν ἀφηνιά ζομεν Ὢ τῆς ἀτόπου ταύτης καὶ πονηρᾶς ἀγνωμοσύ νης! Μάγοι προσκυνοῦσι, καὶ Χριστιανοὶ συζητοῦσι, πῶς ἐν σαρκὶ Θεὸς, καὶ ποταπῇ σαρκί· καὶ εἰ τέλειος ἄνθρωπος ἢ ἀτελὴς ὁ προσληφθείς. Σιγάσθω τὰ περιττὰ ἐν Ἐκκλησίᾳ Θεοῦ· δοξαζέσθω τὰ πεπι στευμένα· μὴ περιεργαζέσθω τὰ σιωπώμενα. Ἐκείνοις σεαυτὸν ἀνάμιξον τοῖς μετὰ χαρᾶς ἐξ οὐρανῶν ὑποδεξαμένοις τὸν Κύριον. Ἐννόησον ποιμένας σο φιζομένους, ἱερεῖς προφητεύοντας, γυναῖκας εὐφραι νομένας, ὅτε Μαρία χαίρειν ἐδιδάσκετο παρὰ τοῦ Γαβριὴλ, ὅτε Ἐλισάβετ ἐπ' αὐτῶν εἶχε τῶν σπλάγχνων σκιρτῶντα τὸν Ἰωάννην. Ἄννα εὐηγγελίζετο, Συμεὼν ἐνηγκαλίζετο, ἐν μικρῷ βρέφει τὸν μέγαν Θεὸν προσκυνοῦντες· οὐ τοῦ ὁρωμένου κατα φρονοῦτες, ἀλλὰ τῆς θεότητος αὐτοῦ τὴν μεγαλωσύ νην δοξολογοῦντες. Ἐφαίνετο γὰρ, ὥσπερ φῶς δι' ὑελίνων ὑμένων, διὰ τοῦ ἀνθρωπίνου σώματος ἡ θεία δύναμις, διαυγάζουσα τοῖς ἔχουσι τοὺς ὀφθαλμοὺς τῆς καρδίας κεκαθαρμένους· μεθ' ὧν καὶ ἡμεῖς εὑ ρεθείημεν ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυ ρίου κατοπτριζόμενοι, ἵνα καὶ αὐτοὶ μεταμορφωθῶ μεν ἀπὸ δόξης εἰς δόξαν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ 31.1476 Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.