1

 2

 3

3

ἀλλ' ἀναμένει στένον τὴν σὴν βουλήν· δι' ὃν πᾶσα ἡ κτίσις ὠδίνει στενάζουσα στεναγμοῖς ἀλαλήτοις εἰς καιροὺς μένειν ἐπιταχθεῖσα, ὃν πᾶσα φύσις ἐναντία πέφευγε, καὶ τοῦ ἐχθροῦ στρατιὰ δεδάμασται, καὶ διάβολος πέπτωκε, καὶ ὄφις πεπάτηται, καὶ δράκων ἀνήρηται· δι' ὃν τὰ ἔθνη ὁμολογήσαντά σε ἐφωτίσθησαν, καὶ ἐκραταιώθησαν ἐν σοὶ, Κύριε· δι' ὃν ζωὴ πεφα-νέρωται, ἐλπὶς ἵδρυται, ἡ πίστις κεκράτηται, τὸ Εὐαγγέλιον κεκήρυκται· δι' ὃν ἄνθρωπος ἐκ γῆς ἀναπέπλασται πιστεύσας ἐν σοί.

Τίς γάρ ἐστιν ὡς σὺ Θεὸς παντοκράτωρ; ∆ιὸ δεόμεθά σου, Θεὲ πατέρων, καὶ Κύριε τοῦ ἐλέους προαιώνιε, καὶ ὑπερούσιε, τὸν πρὸς σὲ ἐληλυθότα ἐπὶ τῷ ἁγίῳ ὀνόματί σου, καὶ τοῦ ἠγαπημένου σου Παιδὸς Ἰησοῦ Χριστοῦ, καὶ τοῦ ἁγίου καὶ παντοδυνάμου καὶ ζωοποιοῦ σου Πνεύ-ματος πρόσδεξαι· ἀποσόβησον ἀπὸ τῆς ψυχῆς αὐτοῦ πᾶσαν μαλακίαν, πᾶσαν ἀπιστίαν, πᾶν πνεῦμα ἀκάθαρτον, σπαρακτικὸν, καταχθόνιον, πύρινον, δυσ-ωδιακὸν, ἐπιθυμητικὸν, φιλόχρυσον, φιλάργυρον, τυφωνικὸν, πορνικὸν, πᾶν δαιμόνιον ἀκάθαρτον, σκοτεινὸν, ἄμορφον, ἀναιδές. Ναὶ, ὁ Θεὸς, ἀπέλασον ἀπὸ τοῦ δούλου σου, τοῦ δεῖνος, πᾶσαν ἐνέργειαν τοῦ διαβόλου, πᾶσαν μαγείαν, πᾶσαν φαρμακείαν, εἰδωλολατρείαν, ἀστρομαντείαν, ἀστρολογίαν, νεκρομαντείαν, ὀρνεοσκοπίαν, ἡδυπάθειαν, ἔρωτα, φιλαργυρίαν, μέθην, πορνείαν, μοιχείαν, ἀσέλγειαν, ἀναίδειαν, ὀργὴν, φιλονεικίαν, ἀκαταστασίαν, καὶ πᾶσαν ὑπόνοιαν πονηράν. Ναὶ, Κύριε ὁ Θεὸς ἡμῶν, ἐμφύσησον ἐν αὐτῷ τὸ Πνεῦμά σου τὸ εἰρηνικόν· ὅπως φρουρούμενος ὑπ' αὐτοῦ ποιήσῃ καρπὸν πίστεως, ἀρετῆς, σοφίας, ἁγνείας, ἐγκρατείας, ἀγάπης, χρηστότητος, ἐλπίδος, πραότητος, μακροθυμίας, ὑπομονῆς, σωφροσύνης, συνέσεως· ὅτι σὸς ἐπικέκληται δοῦλος ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, πιστεύων εἰς τὴν ὁμοούσιον Τριάδα, συμμαρτυρούντων ἀγγέλων, ἀρχαγγέλων, ἐνδόξων κυριοτήτων, καὶ πάσης οὐρανίου στρατιᾶς. Σὺν τούτῳ φύλαξον τὰς καρδίας ἡμῶν· ὅτι δυνατὸς εἶ, Κύριε, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.