1

 2

 3

 4

 5

 6

 7

 8

2

Εἰ γὰρ τῶν πρὸς ἓν νεῦμα ἀποβλεπόντων, καὶ βασιλεῖ χρωμένων ἑνὶ, ἴδιον εὐταξία μετὰ συμφωνίας· ἄρα διαφωνία πᾶσα καὶ διάστασις σημεῖον ἀναρχίας. Κατὰ δὴ τὸν αὐτὸν λόγον, ἡ τοιαύτη πρός τε τὰς ἐντολὰς τοῦ Κυρίου καὶ πρὸς ἀλλήλους διαφωνία καὶ ἐν ἡμῖν εὑρισκο μένη κατηγόρημα ἂν εἴη ἢ ἀναχωρήσεως τοῦ ἀλη θινοῦ βασιλέως, κατὰ τό· Μόνον ὁ κατέχων ἄρτι, ἕως ἂν ἐκ μέσου γένηται· ἢ ἀρνήσεως αὐτοῦ, κατὰ τό· Εἶπεν ἄφρων ἐν τῇ καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Οὗ καθάπερ σημεῖόν τι ἢ ἔλεγχον ἐπι φέρει τό· ∆ιεφθάρησαν, καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν. Ἐνταῦθα μὲν οὖν ὥσπερ χαρακτῆρα τῆς τοιαύ της ἀσεβείας κατὰ τὸ λεληθὸς ἐμφωλευούσης τῇ ψυ χῇ τὴν ἐπιφαινομένην κακίαν ὁ λόγος ἀπέδειξεν. Ὅ γε μὴν μακάριος ἀπόστολος Παῦλος, σφοδρότερον ἐπιστρέφων εἰς φόβον τῶν τοῦ Θεοῦ κριμάτων τοὺς ἀπολωλεκότας τὴν καρδίαν, τοῦτο ἀντὶ τιμωρίας 31.657 ὁρίζεται, καταδικάζεσθαι τοὺς τῆς ἀληθοῦς θεογνω σίας ἠμεληκότας. Τί γάρ φησι; Καὶ καθὼς οὐκ ἐδο κίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδω κεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσης ἀδικίας, πονηρίας, πλεονεξίας, κακίας, μεστοὺς φθόνου, καὶ τῶν ἑξῆς. Καὶ τοῦτο νενοηκέναι οἶμαι τὸν Ἀπό στολον τὸ κρῖμα, οὐκ ἀφ' ἑαυτοῦ (Χριστὸν γὰρ εἶχεν ἐν ἑαυτῷ λαλοῦντα), ἀλλ' ἐξ ἐκείνης αὐτοῦ τῆς φωνῆς ὁδηγηθέντα, ἐν ᾗ φησι διὰ τοῦτο ἐν παραβο λαῖς λαλεῖν τοῖς ὄχλοις, ἵνα μὴ νοήσωσι τὰ θεῖα τοῦ Εὐαγγελίου μυστήρια, ὅτι φθάσαντες αὐτοὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ ἐπαχύνθῃ ἡ ἀσύνετος αὐτῶν καρδία· ἵνα ἔχωσιν ἀντὶ τιμωρίας ὑπομένειν τὴν περὶ τὰ μείζονα ἀβλεψίαν, οἳ, προφθάσαντες ἑκουσίως, τὸ ὄμμα τῆς ψυχῆς ἀποτυφλώσαντες, ἐσκοτίσθησαν· ὅπερ ὁ ∆αβὶδ φοβούμενος παθεῖν, ἔλεγε· Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνα τον.

Ἐκ μὲν οὖν τούτων καὶ τοιούτων φανερὸν εἶναι ἐλογιζόμην, ὅτι καθόλου μὲν ἡ τῶν παθῶν κακία διὰ τῆς περὶ Θεοῦ ἀγνωσίας ἀδόκιμον γνῶσιν ἐντίθησιν· ἰδίως δὲ ἡ διαφωνία τῶν πολλῶν πρὸς ἀλλήλους, διὰ τὸ ἀναξίους ἡμᾶς ἑαυτοὺς κατα σκευάσαι τῆς τοῦ Κυρίου ἐπιστασίας, ἐπισυμβαίνει. Πρὸς δὲ τὴν ἐπίσκεψιν τοῦ τοιούτου βίου εἴποτε δὴ καὶ ἐλθεῖν ἐβουλευσάμην, οὔτε μετρεῖν εἶχον τὸ μέγε θος τῆς τοιαύτης ἀναισθησίας, ἢ ἀλογίας, ἢ ἀπο νοίας, ἢ διὰ τὸ ὑπερβάλλον τῆς κακίας οὐκ ἔχω τί εἴπω. Εἰ γὰρ καὶ ἐν ἀλόγοις οὕτω κατορθουμένην εὑρίσκομεν τὴν ἐν ἀλλήλοις συμφωνίαν διὰ τὴν πρὸς τὸν καθηγούμενον εὐπείθειαν· τί ἂν εἴποιμεν ἡμεῖς ἐν τοσαύτῃ μὲν τῇ πρὸς ἀλλήλους διαστάσεις το σαύτῃ δὲ τῇ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ἐναντιότητι εὑρισκόμενοι; Ἢ οὐχὶ ταῦτα πάντα ἡγούμεθα νῦν μὲν εἰς διδασκαλίαν καὶ ἐντροπὴν ἡμετέραν ὑπὸ τοῦ ἀγαθοῦ Θεοῦ προτεθεῖσθαι, ἐν δὲ τῇ μεγάλῃ καὶ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ εἰς αἰσχύνην καὶ κατά κρισιν τῶν μὴ παιδευομένων προσενεχθήσεσθαι ὑπ' αὐτοῦ τοῦ καὶ εἰπόντος ἤδη, καὶ λέγοντος ἀεὶ ὅτι· Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτ νην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε, καὶ πολλὰ ἄλλα τοιαῦτα; Ἐκεῖνο δὲ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον, τό· Εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη· καὶ τό· Ἵνα μὴ ᾖ σχίσματα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι 31.660 τὰ μέλη, ὑπὸ μιᾶς δηλονότι κινούμενα τῆς ἐνοικού σης ψυχῆς. Τίνος ἕνεκεν οὕτως ᾠκονομήθη; Ἐγὼ μὲν οἶμαι, ἵνα σώζηται ἡ τοιαύτη ἀκολουθία τε καὶ εὐταξία πολλῷ πλέον παρὰ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, πρὸς ἣν εἴρηται· Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους· κρατούσης δηλονότι καὶ συν απτούσης ἕκαστον τῷ ἄλλῳ πρὸς ὁμόνοιαν τῆς μιᾶ; καὶ μόνης ἀληθῶς κεφαλῆς, ἥτις ἐστὶν ὁ Χριστός. Παρ' οἷς δὲ οὐχ ὁμόνοια κατορθοῦται, οὐχ ὁ σύν δεσμος τῆς εἰρήνης τηρεῖται, οὐχ ἡ ἐν πνεύ ματι πραότης φυλάσσεται, ἀλλὰ καὶ διχοστασία καὶ ἔρις καὶ ζῆλος εὑρίσκεται.