1

 2

 3

 4

 5

 6

 7

 8

7

ἐξεβόησε Κύριε, σύ μου νίπτεις τοὺς πόδας; καὶ πάλιν· Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα.

Ἐπὶ τούτῳ τὴν τοσαύτην εἰσδέχεται ἀπειλὴν, ὡς εἰ μὴ πάλιν εἰδὼς τὴν ἀλήθειαν τῶν ῥη μάτων τοῦ Κυρίου, ἔφθασε τῇ ὑπακοῇ διορθωσάμε νος τὴν ἀντιλογίαν, οὐδὲν ἂν αὐτῷ τῶν προλαβόντων, οὐ τῶν ἰδίων κατορθωμάτων, οὐ τῶν παρὰ τοῦ Κυρίου μακαρισμῶν τε καὶ δωρεῶν καὶ ἐπαγγελιῶν, οὐδὲ αὐτὴ ἡ τοῦ Θεοῦ καὶ Πατρὸς τῆς τοιαύτης καὶ τοσαύτης εἰς τὸν μονογενῆ Υἱὸν εὐδοκίας ἀποκάλυψις ἤρκεσε παραμυθήσασθαι τὴν παροῦσαν ἀπείθειαν. Ἀλλὰ ταῦτα μὲν ἐὰν θέλω καταλέγειν, ὅσα εὑ ρίσκω ἔκ τε Παλαιᾶς καὶ Καινῆς ∆ιαθήκης, ἐπιλεί ψει με τάχα διηγούμενον ὁ χρόνος. Ἤδη δὲ καὶ ἐπ' αὐτὰς ὅταν ἔλθω τὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ ἐν τῷ Εὐαγγελίῳ φωνὰς, αὐτοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκροὺς τὰ ῥήματα, ἃ πάσης μὲν ἱστορίας, πάσης δὲ ἄλλης ἀποδείξεως παρὰ τοῖς πιστοῖς ἀξιοπιστότερα, πολλὴν μὲν ἐν αὐτοῖς καταμανθάνω τῆς ἐν πᾶσι πρὸς Θεὸν εὐπειθείας, ἵνα οὕτως εἴπω, ἀνάγκην· οὐδεμίαν δὲ ὅλως, ἐπ' οὐδενὶ προστάγματι, καταλειπομένην τοῖς μὴ μετανοοῦσι τῆς ἀπειθείας συγγνώμην, εἰ μή τι ἕτερόν ἐστι τολμῆσαι, καὶ μέχρις ἐννοίας λαβεῖν, πρὸς οὕτω γυμνὰς, σαφεῖς τε καὶ ἀπολύτους ἀποφάσεις· Ὁ οὐρανὸς γὰρ, φησὶ, καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ 31.673 λόγοι μου οὐ μὴ παρέλθωσιν. Οὐκ ἔστιν ἐνταῦθα διαφορὰ, οὐκ ἔστι διαίρεσις, οὐδὲν οὐδαμοῦ ὅλως ὑπολέλειπται. Οὐκ εἶπεν· Οὗτοι ἢ ἐκεῖνοι, ἀλλ', Οἱ λόγοι μου, πάντες ὁμοῦ δηλονότι, οὐ μὴ παρέλθωσι. Γέγραπται γάρ· Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ· εἴτε ἀπαγορεύων ὁτιοῦν, εἴτε προσ-τάσσων, εἴτε ἐπαγγελλόμενος, εἴτε ἀπειλῶν, καὶ εἴτε ἐπὶ τῇ πράξει τῶν ἀπηγορευμένων, εἴτε ἐπὶ τῇ ἐλλείψει τῶν ἐπιτεταγμένων. Ὅτι γὰρ ἐπίσης τῇ ἐνεργείᾳ τῶν κακῶν καὶ ἡ τῶν ἀγαθῶν ἔργων ἔλλειψις ἐκδικεῖται, ἤρκει μὲν καὶ πρὸς ἀπόδειξιν καὶ πληροφορίαν τῇ γε μὴ παντελῆ ἀπιστίαν νοσούσῃ ψυχῇ τὸ προειρημένον ἐπὶ τῷ Πέτρῳ κρῖμα· ὃς, οὐκ ἀπηγορευμένον τι πράξας, οὐδὲ μὴν πρόσταγμά τι τοιοῦτον ἐλλείψας, ὃ ῥᾳθυμίαν ἢ καταφρόνησιν κατηγορεῖ τοῦ ἐλλείποντος, ὑπηρεσίαν δὲ καὶ τιμὴν τὴν παρὰ τοῦ ∆εσπότου μόνον ὑποδέξασθαι εὐλαβηθεὶς, τοιαύτην ἐδέξατο τὴν ἀπειλὴν ἣν οὐκ ἔφυγεν ἂν, εἰ μὴ, καθὼς προείρηται, ἔφθασε τὴν ὀργὴν τῇ ταχύτητι καὶ σφοδρότητι τῆς διορθώσεως.

Πλὴν ἐπειδὴ ὁ ἀγαθὸς καὶ εὔσπλαγχνος Θεὸς μακροθυμῶν ἐφ' ἡμῖν εὐδόκησε, καὶ πολλάκις ἡμῖν τὸ αὐτὸ καὶ διὰ πολλῶν ὑποδεῖξαι, ἵνα τῷ πλήθει καὶ τῇ συνεχείᾳ δυνηθῇ μόλις ποτὲ μοχλευθεῖσα καὶ καταντληθεῖσα ἡ ψυχὴ ἀποτρίψασθαι τὴν πολυχρόνιον τῆς παρανομίας συνήθειαν, ἐκείνων μόνων πρὸς τὸ παρὸν μνημονεῦσαι ἀναγκαῖον τῶν ἐν τῇ μεγάλῃ καὶ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ ἐξ ἀριστερῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἱσταμένων· πρὸς οὓς ἔλεγεν ὁ πᾶσαν τὴν ἐξουσίαν τῆς κρίσεως λαβὼν παρὰ τοῦ Πατρὸς, ὁ ἐρχόμενος φωτίσαι τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερῶσαι τὰς βουλὰς τῶν καρδιῶν· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ τὴν αἰτίαν ἐπήγαγεν, οὐχ· Ὅτι ἐφονεύσατε, λέγων, ἢ ἐπορνεύσατε, ἢ ἐψεύσασθε, ἤ τινα ἠδικήσατε, ἢ ἄλλο τι τῶν ἀπηγορευμένων, κἂν τὸ βραχύτατον γοῦν, ἐπράξατε· ἀλλὰ τί; Ὅτι τῶν ἀγαθῶν ἔργων ἠμελήσατε. Ἐπείνασα γὰρ, φησὶ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνὸς, καὶ οὐ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. Ταῦτα καὶ τὰ τοιαῦτα Θεοῦ τοῦ ἀγαθοῦ χάριτι, τοῦ θέλοντος μὲν πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, διδάσκοντος δὲ ἄνθρωπον γνῶσιν, καταμαθὼν ἐν ταῖς θεοπνεύστοις Γραφαῖς, καὶ γνωρίσας μὲν τὴν φρικωδεστάτην αἰτίαν τῆς τοιαύτης τῶν πολλῶν πρός τε ἀλλήλους καὶ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διαφωνίας, παιδευθεὶς δὲ τὸ φοβερὸν