1

 2

 3

 4

 5

 6

 7

 8

8

ἐκεῖνο κρῖμα τῆς τοσαύτης παρανομίας, διδαχθεὶς δὲ καὶ πᾶσαν παρακοὴν παντὸς κρίματος 31.676 Θεοῦ ἐπίσης ἐκδικεῖσθαι· ἔτι δὲ καὶ τὸ φοβερὸν ἐκεῖνο κρῖμα καταμαθὼν, τὸ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας μὲν, παραπολαύσαντας δὲ ὅμως τῆς ὀργῆς, διὰ τὸ μὴ τὸν ἀγαθὸν ζῆλον κατὰ τῶν ἡμαρτηκότων ἐπιδείξασθαι, καίτοι πολλάκις μηδὲ συνεγνωκότας τὸ ἁμάρτημα· ἀναγκαῖον ἐλογισάμην, εἰ καὶ ὀψὲ τοῦ καιροῦ, διὰ τὸ ἀναμένειν ἀεὶ τοὺς τὸν αὐτὸν ἀγῶνα τῆς θεοσεβείας ἀνειληφότας, καὶ μὴ θαῤῥεῖν ἑαυτῷ μόνῳ, ἀλλ' οὐκ ἀκαίρως γε τάχα, νῦν γοῦν πρὸς ὑπόμνησιν τοῖς ἀγωνιζομένοις τὸν ἀγῶνα τῆς θεοσεβείας, ἀναλεξάμενος ἐκ τῶν θεοπνεύστων Γραφῶν τά τε ἀπαρέσκοντα τῷ Θεῷ, καὶ οἷς εὐαρεστεῖται παραθέσθαι, ὡς ἂν οἷός τε ὦ, κατ' εὐχὰς κοινάς· ἵνα καταξιωθῶμεν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διδασκαλίᾳ τοῦ ἁγίου Πνεύματος, ἀποπηδήσαντες μὲν τῆς τε τῶν ἰδίων θελημάτων συνηθείας, καὶ τῆς τῶν ἀνθρωπίνων παραδόσεων παρατηρήσεως· στοιχήσαντες δὲ τῷ Εὐαγγελίῳ τοῦ μακαρίου Θεοῦ Ἰησοῦ Χριστοῦ, τοῦ Κυρίου ἡμῶν, καὶ κατὰ τὸν καιρὸν τὸν παρόντα εὐαρέστως αὐτῷ ζήσαντες διά τε σφοδροτέρας ἀναχωρήσεως τῶν κεκωλυμένων καὶ σπουδαιοτέρας ἐπιμελείας τῶν ἐγκεκριμένων, ἐν τῷ μέλλοντι αἰῶνι τῆς ἀθανασίας φυγεῖν μὲν τὴν ὀργὴν τὴν ἐπερχομένην ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας δυναίμεθα, ἄξιοι δὲ εὑρεθῆναι τῆς αἰωνίου ζωῆς, καὶ ἐπουρανίου βασιλείας τῆς ἐπηγγελμένης παρὰ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ πᾶσι Τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, τοῦ ποιῆσαι αὐτάς. Μεμνημένος δὲ τοῦ Ἀποστόλου εἰπόντος· Ἐν Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη· ἀκόλουθον ὁμοῦ καὶ ἀναγκαῖον ἐλογισάμην, τὴν ὑγιαίνουσαν πίστιν καὶ εὐσεβῆ δόξαν περί τε Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος παραθέσθαι πρότερον, καὶ οὕτως ἐπισυνάψαι τὰ ἠθικά.