1

 2

 3

 4

 5

 6

4

ρωσε κατὰ τὴν ἐντολὴν τοῦ Πατρὸς, γενόμενος ὑπ ήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθεὶς ἐκ νεκρῶν, κατὰ τὰς Γραφὰς, ὤφθη τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς, καὶ τοῖς λοιποῖς, ὡς γέγραπται· ἀνέβη τε εἰς οὐρανοὺς καὶ κάθηται ἐν δεξιᾷ τοῦ Πατρός· ὅθεν ἔρχεται ἐπὶ συντελείᾳ τοῦ αἰῶνος τούτου ἀναστῆσαι πάντας, καὶ ἀποδοῦ ναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ· ὅτε οἱ μὲν δί καιοι προσληφθήσονται εἰς ζωὴν αἰώνιον καὶ βασι λείαν οὐρανῶν, οἱ δὲ ἁμαρτωλοὶ κατακριθήσονται εἰς κόλασιν αἰώνιον, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τε λευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.

Καὶ ἓν μόνον Πνεῦμα ἅγιον, τὸ Παράκλητον, ἐν ᾧ ἐσφραγίσθη μεν εἰς ἡμέραν ἀπολυτρώσεως· τὸ Πνεῦμα τῆς ἀλη θείας, τὸ Πνεῦμα τῆς υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ, ὁ Πατήρ· τὸ διαιροῦν καὶ ἐνεργοῦν τὰ παρὰ τοῦ Θεοῦ χαρίσματα ἑκάστῳ πρὸς τὸ συμφέρον, καθὼς βούλεται· τὸ διδάσκον καὶ ὑπομιμνῆσκον πάντα, ὅσα ἂν ἀκούῃ παρὰ τοῦ Υἱοῦ· τὸ ἀγαθὸν, τὸ ὁδηγοῦν εἰς πᾶσαν τὴν ἀλήθειαν, καὶ στηρίζον πάν τας τοὺς πιστεύοντας πρός τε γνῶσιν ἀσφαλῆ, καὶ ὁμολογίαν ἀκριβῆ, καὶ λατρείαν εὐσεβῆ, καὶ προσκύνησιν πνευματικὴν καὶ ἀληθῆ Θεοῦ Πατρὸς καὶ τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἑαυτοῦ· ἑκάστου ὀνόματος τὴν τοῦ ὀνομαζομένου ἰδιότητα σαφῶς ἡμῖν διευκρινοῦντος, καὶ περὶ ἑκάστου τῶν ὀνομαζομένων πάντως τινῶν ἐξαιρέτων ἰδιωμάτων εὐσεβῶς θεωρου 31.688 μένων, τοῦ μὲν Πατρὸς ἐν τῷ ἰδιώματι τοῦ Πατρὸς, τοῦ δὲ Υἱοῦ ἐν τῷ ἰδιώματι τοῦ Υἱοῦ, τοῦ δὲ ἁγίου Πνεύματος ἐν τῷ οἰκείῳ ἰδιώματι· μήτε τοῦ ἁγίου Πνεύματος ἀφ' ἑαυτοῦ λαλοῦντος, μήτε τοῦ Υἱοῦ ἀφ' ἑαυτοῦ τι ποιοῦντος· καὶ τοῦ μὲν Πατρὸς πέμ ποντος τὸν Υἱὸν, τοῦ δὲ Υἱοῦ πέμποντος τὸ ἅγιον Πνεῦμα. Οὕτως φρονοῦμεν, καὶ οὕτως βαπτίζομεν εἰς Τριάδα ὁμοούσιον, κατὰ τὴν ἐντολὴν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζον τες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐ τοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Ἅπερ τηροῦντες μὲν, τὴν εἰς αὐτὸν ἀγάπην ἐπιδεικνύμεθα, καὶ ἐν αὐτῇ μένειν καταξιούμεθα, καθὼς γέγραπται· μὴ τηροῦντες δὲ, ἐναντίως ἔχοντες ἐλεγχόμεθα. Ὁ μὴ ἀγαπῶν με, γάρ φησιν ὁ Κύριος, τοὺς λό γους μου οὐ τηρεῖ· καὶ πάλιν· Ὁ ἔχων τὰς ἐντολάς μου, καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγα πῶν με. Θαυμάζω δὲ περισσοτέρως, ὅτι, αὐτοῦ τοῦ Κυ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρα νοῖς· καὶ πάλιν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε μετ' ἀλλήλων· ὅθεν ὁ Ἀπόστολος, ἐν πᾶσι τὸ τῆς ἀγάπης ἀναγκαῖον δεικνὺς, διαμαρτύρεται λέγων· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον· κἂν ἔχω προφη τείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι· καὶ μετ' ὀλίγα· Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται, καὶ τὰ ἑξῆς, οἷς ἐπιφέρει· Νυνὶ δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη· τούτων καὶ τῶν τοιούτων οὕτως ὑπό τε τοῦ Κυρίου καὶ τοῦ Ἀποστόλου διωρισμένων, θαυμάζων φημὶ, πῶς περὶ μὲν τὰ καταργούμενα καὶ παυόμενα τοσαύτην ἔχουσιν οἱ ἄνθρωποι σπουδὴν καὶ πτόησιν, περὶ δὲ τὰ μένοντα, καὶ μάλιστα τὴν μείζω πάντων ἀγά πην, τὴν χαρακτηρίζουσαν τὸν Χριστιανὸν, οὐ μόνον αὐτοὶ φροντίδα οὐδεμίαν ποιοῦνται, ἀλλὰ καὶ τοῖς ἐσπουδακόσιν ἐναντιοῦνται, καὶ μαχόμενοι πληροῦσι τὸ εἰρημένον· Οὔτε αὐτοὶ εἰσέρχονται, καὶ τοὺς εἰσ ερχομένους κωλύουσιν εἰσελθεῖν.