1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

6

ὥραν, ἐλύπησεν ὑμᾶς. Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Ἐλυπήθητε γὰρ κατὰ Θεὸν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν.

ΟΡΟΣ ςʹ. Ὅτι δεῖ ἀφόβως καὶ ἀνεπαισχύντως παῤῥησιάζεσθαι ἐν τῇ ὁμολογίᾳ

τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν λόγων αὐτοῦ. 31.712 Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί·

καὶ ὃ εἰς τὸ οὖς ἠκούσατε, κηρύξατε ἐπὶ τῶν δωμάτων. Καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀπο κτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμέ νων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνά μενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Πᾶς οὖν, ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπρο σθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. ΛΟΥΚΑΣ. Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λό γους, τοῦτον ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθή σεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ, καὶ τοῦ Πα τρὸς, καὶ τῶν ἁγίων ἀγγέλων. ΠΡΟΣ ΤΙΜ. βʹ. Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπά θησον τῷ Εὐαγγελίῳ, ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ.

ΟΡΟΣ Ζʹ. Ὅτι, κἂν δοκῇ τις ὁμολογεῖν τὸν Κύριον, καὶ ἀκούῃ τῶν λόγων

αὐτοῦ, ἀπειθῇ δὲ ταῖς ἐν τολαῖς αὐτοῦ, κατακέκριται, κἂν ἐν χαρίσμασι πνευματικοῖς διά τινα οἰκονομίαν γενέσθαι συγ χωρηθῇ.

Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύ ριε, εἰσελεύσεται εἰς

τὴν βασιλείαν τῶν οὐρα νῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφη τεύσαμεν; καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλο μεν; καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιή σαμεν; Καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι Οὐδέ ποτε ἔγνων ὑμᾶς. Ἀποχωρεῖτε ἀπ' ἐμοῦ, οἱ ἐργα ζόμενοι τὴν ἀνομίαν, καὶ τὰ ἑξῆς. ΛΟΥΚΑΣ. Τί δέ με καλεῖτε, Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΤΙΤ. Θεὸν ὁμολογοῦσιν εἰδέ ναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται· βδελυκτοὶ ὄντες, καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδό κιμοι.

ΟΡΟΣ Ηʹ. Ὅτι οὐ δεῖ διακρίνεσθαι καὶ διστάζειν ἐπὶ τοῖς ὑπὸ τοῦ Κυρίου

λεγομένοις, ἀλλὰ πεπληροφορῆ σθαι πᾶν ῥῆμα Θεοῦ ἀληθὲς εἶναι καὶ δυνατὸν, κἂν ἡ φύσις μάχηται. Ἐνταῦθα γὰρ καὶ ὁ ἀγὼν τῆς πίστεως.

Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἔρχεται ὁ Ἰησοῦς πρὸς

αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης. Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα, ἐταράχθησαν, λέγοντες· Φάντασμά ἐστι· καὶ ἀπὸ τοῦ φόβου 31.713 ἔκραξαν. Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Ἀποκρι θεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα. Ὁ δὲ εἶπεν· Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέ τρος, περιεπάτησεν ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν, ἐφοβήθη· καὶ ἀρξάμενος καταποντίζεσθαι, ἔκρα ξε λέγων· Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα, ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; ΙΩΑΝΝΗΣ. Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι, λέγοντες· Πῶς δύναται οὗτος ἡμῖν τὴν σάρκα δοῦναι φαγεῖν; Εἶπεν οὖν αὐτοῖς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. ΛΟΥΚΑΣ. Εἶπε δὲ αὐτῷ ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία,