1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

9

διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ὅτι ὁ ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασι παιδευθεὶς, καὶ τῆς ἀφέσεως καταξιωθεὶς, ἐὰν πάλιν ἁμάρτῃ, χεῖρον τοῦ προτέρου κατασκευάζει ἑαυτῷ τὸ κρῖμα τῆς ὀργῆς. Κεφάλ. Βʹ. ΙΩΑΝΝΗΣ. Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Ὅτι, κρίματι ὀργῆς Θεοῦ τινων ὑποπεσόντων, τοὺς λοιποὺς φοβουμένους παιδεύεσθαι δεῖ. Κεφάλ. Γʹ. ΛΟΥΚΑΣ. Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ, ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ∆οκεῖτε, ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας 31.721 τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθα σιν; Οὐχὶ, λέγω ὑμῖν· ἀλλ' ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως ἀπολεῖσθε. Ἢ ἐκεῖνοι οἱ δέκα καὶ ὀκτὼ, ἐφ' οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ, καὶ ἀπέκτεινεν αὐτοὺς, δοκεῖτε, ὅτι οὗτοι ὀφειλέ ται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ; Οὐχὶ, λέγω ὑμῖν· ἀλλ' ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως ἀπ ολεῖσθε. ΠΡΑΞΕΙΣ. Ἀκούων δὲ Ἀνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξέψυξε. Καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. ΠΡΟΣ ΚΟΡ. αʹ. Μηδὲ γογγύζετε, καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Ταῦτα δὲ τύποι συνέβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώ νων κατήντησεν. Ὅτι καὶ αὐτοῖς τοῖς τῆς κακίας ἔργοις πρὸς τιμω ρίαν πολλάκις παραδίδοταί τις διὰ προϋπάρχουσαν ἀσέβειαν. Κεφάλ. ∆ʹ. ΠΡΟΣ ΡΩΜ. Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα. ΠΡΟΣ ΘΕΣΣ. βʹ. Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει. Ὅτι οὐχὶ πλῆθος ἁμαρτωλῶν δυσωπεῖ τὸν Θεὸν, ἀλλ' ὁ εὐαρεστῶν αὐτῷ, κἂν ἀνὴρ τυγχάνῃ, κἂν γυνή. Κεφάλ. Εʹ. ΛΟΥΚΑΣ. Ἐπ' ἀληθείας λέγω ὑμῖν, ὅτι πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραὴλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆ νας ἓξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας, εἰ μὴ εἰς Σάραφθα τῆς Σιδῶνος πρὸς γυναῖκα χή ραν. ΠΡΟΣ ΚΟΡ. αʹ. Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θα λάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβα πτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.

ΟΡΟΣ ΙΒʹ. Ὅτι πᾶσα ἀντιλογία, κἂν ἐκ φιλικῆς καὶ εὐλαβοῦς διαθέσεως

γένηται, ἀπαλλοτριοῖ τοῦ Κυρίου τὸν ἀντιλέγοντα· πᾶν δὲ ῥῆμα Κυρίου μετὰ πάσης πληροφορίας καταδέχεσθαι δεῖ. 31.724

Κεφάλ. Αʹ. ΙΩΑΝΝΗΣ. Καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ

ἐκμάσσειν τῷ λεντίῳ, ᾧ ἦν διεζω σμένος. Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον, καὶ λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. Λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψεις τοὺς πόδας μου εἰς τὸν αἰῶνα. Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ. Ὅτι οὐ δεῖ παραδόσεσιν ἀνθρώπων ἀκολουθεῖν ἐπ' ἀθετήσει ἐντολῆς Θεοῦ. Κεφάλ. Βʹ. ΜΑΡΚΟΣ. Ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρι σαῖοι καὶ οἱ γραμματεῖς· ∆ιὰ τί οἱ μαθηταί σου οὐ περιπατοῦσι κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέ ρων, ἀλλὰ ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, ὅτι Καλῶς προεφή τευσεν Ἡσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται·