1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

10

Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ. Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐν τάλματα ἀνθρώπων. Ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώ πων· καὶ τὰ ἑξῆς. Ὅτι δεῖ πάντα ἀπαραλείπτως φυλάττειν, τὰ διὰ τοῦ Εὐαγγελίου καὶ τῶν ἀποστόλων ὑπὸ τοῦ Κυ ρίου παραδεδομένα. Κεφάλ. Γʹ. ΜΑΤΘΑΙΟΣ. Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλά μην ὑμῖν. ΛΟΥΚΑΣ. Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι ... Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· ὁ δὲ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ. ΠΡΟΣ ΘΕΣΣ. βʹ. Ἄρα οὖν, ἀδελ φοὶ, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι' ἐπιστολῆς, ὡς δι' ἡμῶν. Ὅτι οὐ δεῖ θέλημα ἴδιον παρὰ τὸ θέλημα τοῦ Κυρίου ἐγκρίνειν· ἀλλ' ἐν παντὶ πράγματι ζητεῖν καὶ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ. Κεφάλ. ∆ʹ. ΙΩΑΝΝΗΣ. Ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. ΛΟΥΚΑΣ. Καὶ θεὶς τὰ γόνατα, προσηύξατο λέγων· Πάτερ, εἰ βούλει, παρένεγκε τὸ ποτήριον τοῦτο. Πλὴν μὴ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν γενέσθω. ΠΡΟΣ ΕΦΕΣ. Ἐν οἷς καὶ ἡμεῖς πάν τες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς 31.725 σαρκὸς ἡμῶν, ποιοῦντες τὸ θέλημα τῆς σαρκὸς καὶ τῶν διανοιῶν ἡμῶν· καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί.

ΟΡΟΣ ΙΓʹ. Ὅτι δεῖ νήφειν ἀεὶ, καὶ ἕτοιμον εἶναι ἐν τῇ σπουδῇ τῶν

κατορθωμάτων τοῦ Θεοῦ, γνωρίζοντα τῆς ἀναβολῆς τὸ ἐπικίνδυνον. Κεφάλ. Αʹ. ΛΟΥΚΑΣ. Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζω σμέναι, καὶ οἱ λύχνοι

καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων· ἵνα ἐλθόντος, καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ. Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. Ἀμὴν λέγω ὑμῖν, ὅτι περιζώσεται, καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτω, μακά ριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι. Τοῦτο δὲ γινώ σκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶ οὐκ ἂν ἀφῆκε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. Καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται, καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν· αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέ πτης ἐν νυκτὶ, οὕτως ἔρχεται. Καὶ μετ' ὀλίγα· γρηγορῶμεν, καὶ νήφωμεν. Ὅτι δεῖ πάντα καιρὸν εὔθετον ἡγεῖσθαι εἰς τὴν σπουδὴν τῶν ἀρεσκόντων τῷ Θεῷ. Κεφάλ. Βʹ. ΙΩΑΝΝΗΣ. Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἕως ἡμέρα ἐστίν. ΠΡΟΣ ΦΙΛΙΠ. Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσα τε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε.

ΟΡΟΣ Ι∆ʹ. Ὅτι οὐ δεῖ τὰ ἀνοίκεια μιγνύναι, ἀλλ' ἑκάστου τῶν γινομένων ἢ

λεγομένων τὸν ἴδιον καιρὸν γνωρίζειν. Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Τότε προσέρχονται αὐτῷ οἱ μα θηταὶ Ἰωάννου,

λέγοντες· ∆ιὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλὰ, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσι; Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν, ἐφ' ὅσον μετ' αὐτῶν ἐστιν ὁ νυμφίος; Ἐλεύσονται δὲ ἡμέραι, ὅταν ἀπαρθῇ ἀπ' αὐτῶν