1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

11

ὁ νυμφίος, 31.728 καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις· καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΓΑΛ. Ἄρα, ἀδελφοὶ, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέ ρας· τῇ ἐλευθερίᾳ οὖν, ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.

ΟΡΟΣ ΙΕʹ. Ὅτι οὐ δεῖ τοῖς ἄλλων κατορθώμασιν ἐλπίζοντα, τῶν καθ' ἑαυτὸν

ἀμελεῖν. Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ

δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ. ΟΡΟΣ Ιςʹ. Ὅτι οὐδὲν ὠφελοῦνται οἱ συζῶντες τοῖς ἀρέσκουσι τῷ Θεῷ, καὶ τὸ

ἑαυτῶν φρόνημα μὴ κατορθοῦντες, κἂν κατὰ τὸ φαινόμενον σώζωσι τὴν πρὸς αὐτοὺς ὁμοιότητα.

Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα

παρθένοις, αἵτινες, λαβοῦσαι τὰς λαμπάδας αὑτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἐξ αὐτῶν ἦσαν φρόνιμοι, καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας αὑτῶν, οὐκ ἔλαβον μεθ' ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἐν τοῖς ἀγγείοις αὑτῶν μετὰ τῶν λαμπάδων αὑτῶν. Οἷς ἐπιφέρει μετ' ὀλί γα περὶ τῶν μωρῶν· Ὕστερον δὲ ἔρχονται αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄν οιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπε· Λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. ΛΟΥΚΑΣ. Λέγω ὑμῖν· ταύτῃ τῇ νυκτὶ δύο ἔσονται ἐπὶ κλίνης μιᾶς· εἷς παραλη φθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται. ∆ύο ἀλήθου σαι ἐπὶ τὸ αὐτό· μία παραληφθήσεται, καὶ ἡ ἑτέρα ἀφεθήσεται. Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί.

ΟΡΟΣ ΙΖʹ. Ὅτι δεῖ, τὸν ἐνεστῶτα καιρὸν ἀπὸ τῶν δεδηλωμένων ἡμῖν παρὰ

τῆς Γραφῆς ἰδιωμάτων γνωρίζοντας, ὁποῖός ἐστιν, ἐστοχασμένως τούτου τὰ καθ' ἑαυ τοὺς διατιθέναι.

Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. Ὅταν ἤδη ὁ

κλάδος αὐτῆς γένηται ἁπαλὸς, καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε, ὅτι ἐγ γὺς τὸ θέρος. Οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε, ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. ΛΟΥΚΑΣ. Ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν, εὐθέως λέγετε, ὅτι Ὄμ βρος ἔρχεται· καὶ γίνεται οὕτως. Καὶ ὅταν νότον πνέοντα, λέγετε, ὅτι Καύσων ἔσται· καὶ γίνεται. 31.729 Ὑποκριταὶ, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρα νοῦ οἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμάζετε; ΠΡΟΣ ΚΟΡ. αʹ. Ὁ καιρὸς συν εσταλμένος ἐστὶ τὸ λοιπὸν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι· καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες· καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ χρώμενοι τῷ κόσμῳ, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.

ΟΡΟΣ ΙΗʹ. Ὅτι δεῖ τὰς ἐντολὰς τοῦ Θεοῦ οὕτω ποιεῖν, ὡς ὁ Κύ ριος

προσέταξεν. Ὁ γὰρ περὶ τὸν τρόπον τῆς ἐρ γασίας διαπταίων, κἂν δόξῃ ποιεῖν τὴν ἐντολὴν, ἀδόκιμός ἐστι παρὰ τῷ Θεῷ.

Κεφάλ. Αʹ. ΛΟΥΚΑΣ. Ἔλεγε δὲ καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ

δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς