1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

36

ἔρχονται; Ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ πρῶτον. Καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι σίτου, ἤ τινος τῶν λοιπῶν. Ὁ δὲ Θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησε. Καὶ μετ' ὀλίγα· Οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευ ματικόν. 31.808 Ὅτι οὐ δεῖ τοπικὴν ἢ σαρκικὴν ἐκδέχεσθαι τὴν παρουσίαν τοῦ Κυρίου, ἀλλ' ἐν τῇ δόξῃ τοῦ Πατρὸς κατὰ πάσης τῆς οἰκουμένης ἀθρόως προσδοκᾷν. Κεφάλ. βʹ. ΜΑΤΘΑΙΟΣ. Τότε, ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε ὁ Χριστὸς, ἢ ὧδε, μὴ πιστεύσητε. Ἐγερθή σονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανῆ σαι, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτούς. ΜΑΡΚΟΣ. Ὑμεῖς δὲ βλέπετε· ἰδοὺ, προείρηκα ὑμῖν πάντα. Ἀλλ' ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλίψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὑτῆς, καὶ οἱ ἀστέρες τοῦ οὐρα νοῦ ἔσονται ἐκπίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως καὶ δόξης πολλῆς. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρου σίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμη θέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον. ΟΡΟΣ ΞΘʹ. Ὅσα κατὰ συνάφειαν ἀπαγορεύονται, καὶ ἀπόφασιν δέχεται ἀπειλῆς. Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροὶ, φόνοι, μοιχεῖαι, πορ νεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι, βλασφη μίαι. Ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον ... Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνὸς, καὶ οὐ περιεβάλετέ με· ἀσθενὴς, καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. ΛΟΥΚΑΣ. Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν· οὐαὶ οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε· οὐαὶ ὑμῖν οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε· οὐαὶ ὅταν καλῶς εἴπωσιν ὑμᾶς πάν τες οἱ ἄνθρωποι. Προσέχετε δὲ ἑαυτοῖς, μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ, καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνιδίως ἐπιστῇ ἐφ' ὑμᾶς ἡ ἡμέρα ἐκείνη. ΠΡΟΣ ΡΩΜ. Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπι γνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον 31.809 νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ, πλεονεξίᾳ, κακίᾳ, καὶ τὰ ἑξῆς. Τὸ γὰρ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐν τολὴ, καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΚΟΡ. αʹ. Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεο νέκται, οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπα γες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. ΠΡΟΣ ΚΟΡ. βʹ. Μήπως ἔρις, ζῆλοι, θυμοὶ, ἐριθεῖαι, κατα λαλιαὶ, ψιθυρισμοὶ, φυσιώσεις, ἀκαταστασίαι. ΠΡΟΣ ΓΑΛ. Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλ γεια, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρις, ζῆλοι, θυμοὶ, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τού τοις, ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. ΠΡΟΣ ΓΑΛ. Μὴ γενώμεθα κε νόδοξοι, ἀλλήλους προσκαλούμενοι, ἀλλή λοις φθονοῦντες. ΠΡΟΣ ΕΦΕΣ. Πᾶσα πικρία, καὶ θυμὸς, καὶ ὀργὴ, καὶ κραυγὴ, καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ. Πορνεία δὲ, καὶ πᾶσα ἀκαθαρσία, ἢ πλεονεξία, μηδὲ ὀνο μαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις· καὶ αἰ σχρότης, ἢ μωρολογία, εὐτραπελία, τὰ οὐκ ἀν ήκοντα. ΠΡΟΣ ΚΟΛ. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν,