1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

40

φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾗ καὶ παρακα λεῖν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. Ὅτι οὐ δεῖ περὶ τὰς χειροτονίας εὐχερῆ εἶναι, οὔτε ἀπερισκέπτως ἐπ' αὐτὰς ἔρχεσθαι· οὐ γὰρ ἀκίν δυνον τὸ ἀδόκιμον· τὸν δὲ ἁλόντα ἐπί τινι φανε ροῦν, ἵνα μήτε αὐτὸς κοινωνήσῃ τῇ ἁμαρτίᾳ, μήτε οἱ λοιποὶ προσκόπτωσιν, ἀλλὰ μᾶλλον φοβεῖσθαι μάθωσιν. Κεφάλ. Βʹ. ΠΡΟΣ ΤΙΜ. αʹ. Χεῖρας ταχέως μηδενὶ ἐπιτί θει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. ΠΡΟΣ ΤΙΜ. αʹ. Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παρα δέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. Τοὺς δὲ ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν. Ὅτι οὐ δεῖ τὸν ἐκλεγέντα, ἀφ' ἑαυτοῦ παρεῖναι ἐπὶ τὸ κήρυγμα, ἀναμένειν δὲ τὸν καιρὸν τῆς τοῦ Θεοῦ εὐδοκίας, καὶ ἄρχεσθαι μὲν τοῦ κηρύγματος ὅταν ἐπιτραπῇ, κηρύσσειν δὲ ἐκείνοις πρὸς οὓς ἂν ἀποσταλῇ. Κεφάλ. Γʹ. ΜΑΤΘΑΙΟΣ. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. ΜΑΤ ΘΑΙΟΣ. Καὶ ἰδοὺ γυνὴ Χαναναία, ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, ἐκραύγασεν, αὐτῷ λέγουσα· Ἐλέησόν με, Κύριε, υἱὸς ∆αβίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται· ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ, ἠρώ των αὐτὸν λέγοντες· Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολω λότα οἴκου Ἰσραήλ. ΙΩΑΝΝΗΣ. Ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὔτε γὰρ ἀπ' ἐμαυ τοῦ ἐλήλυθα, ἀλλ' ἐκεῖνός με ἀπέστειλεν. ΠΡΑ ΞΕΙΣ. Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλί ψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον, εἰ μὴ μόνον Ἰουδαίοις. ΠΡΟΣ ΡΩΜ. Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον 31.821 Θεοῦ. ΠΡΟΣ ΡΩΜ. Πῶς δὲ ἀκούσονται χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύξουσιν, ἐὰν μὴ ἀπο σταλῶσιν; ΠΡΟΣ ΤΙΜ. αʹ. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ' ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν, καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν. Ὅτι δεῖ τὸν κληθέντα εἰς τὸ κήρυγμα τοῦ Εὐαγγε λίου εὐθὺς ὑπακούειν, καὶ μὴ ἀναβάλλεσθαι. Κεφάλ. ∆ʹ ΛΟΥΚΑΣ. Εἶπε δὲ πρὸς ἕτερον· Ἀκολούθει μοι. Ὁ δὲ εἶπε· Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. Εἶπε δὲ αὐτῷ ὁ Κύριος· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ ἀπελθὼν, διάγγελλε τὴν βασι λείαν τοῦ Θεοῦ. ΠΡΟΣ ΓΑΛ. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας με διὰ τῆς χάριτος αὑτοῦ, ἀποκα λύψαι τὸν Υἱὸν αὑτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν· εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀπῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους· ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς ∆α μασκόν. Ὅτι οὐ δεῖ ἑτεροδιδασκαλεῖν. Κεφάλ. Εʹ. ΙΩΑΝΝΗΣ. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσ ερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής. Ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Καὶ μετ' ὀλίγα· Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ' οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ΠΡΟΣ ΓΑΛ. Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω· Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. ΠΡΟΣ ΤΙΜ. αʹ. Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαί νουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τε τύφωται, μηδὲν ἐπιστάμενος, καὶ τὰ ἑξῆς. Ὅτι δεῖ πάντα τὰ προστεταγμένα ὑπὸ τοῦ Κυρίου ἐν τῷ Εὐαγγελίῳ καὶ διὰ τῶν ἀποστόλων διδά σκειν τοὺς πεπιστευμένους, καὶ ὅσα τούτοις ἀκό λουθα. Κεφάλ. ʹ. ΜΑΤΘΑΙΟΣ. Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη,