1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

44

τὸν κόπον ἡμῶν, καὶ τὸν μόχθον· νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, καὶ τὰ ἑξῆς. Ὅτι δεῖ τὸν προεστῶτα τοῦ λόγου ἐλεήμονα καὶ εὔσπλαγχνον εἶναι, καὶ μάλιστα ἐπὶ τῶν κεκακω μένων τὰς ψυχάς. Κεφάλ. Κʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ ἰδόντες οἱ Φαρισαῖοι, εἶπον τοῖς μαθηταῖς αὐτοῦ· ∆ιὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; Ὁ δὲ Ἰησοῦς ἀκούσας, εἶπεν· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Πο ρευθέντες δὲ, μάθετε τί ἐστιν· Ἔλεον θέλω, καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. ΜΑΤΘΑΙΟΣ. Ἰδὼν δὲ τοὺς ὄχλους, εὐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐσκυλμένοι, ὡς πρόβατα μὴ ἔχοντα ποι μένα. Ὅτι δεῖ καὶ ἐν ταῖς τοῦ σώματος χρείαις σπλαγχνί ζεσθαι ἐπὶ τοῖς πεπιστευμένοις, καὶ φροντίζειν αὐτῶν. Κεφάλ. ΚΑʹ. ΜΑΤΘΑΙΟΣ. Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι, καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. ΜΑΡ ΚΟΣ. Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς, παρακα λῶν αὐτὸν, καὶ γονυπετῶν αὐτὸν, καὶ λέγων αὐ τῷ, ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Ὁ δὲ Ἰησοῦς σπλαγχνισθεὶς, ἐκτείνας τὴν χεῖρα αὐ τοῦ, ἥψατο αὐτοῦ, καὶ λέγει αὐτῷ· Θέλω, κα θαρίσθητι. ΠΡΑΞΕΙΣ. Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν, εἶπον· Οὐκ ἀρεστόν ἐστι καταλιπόντας ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν ταῖς τραπέζαις. Ἐπισκέψασθε, ἀδελφοὶ, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ, πλήρεις Πνεύματος ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης. Ὅτι οὐ δεῖ τὸν προεστῶτα τοῦ λόγου ἐν τοῖς ἐλάτ τοσιν αὐτουργεῖν φιλοτιμούμενον τῆς ὀφειλομένης περὶ τὰ μείζω σπουδῆς ἀπολείπεσθαι. Κεφάλ. ΚΒʹ. ΠΡΑΞΕΙΣ. Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν, εἶπον· Οὐκ ἀρεστόν ἐστι καταλιπόντας ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. Καὶ μετ' ὀλίγα· Ἡμεῖς δὲ τῇ προ σευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερή σωμεν. 31.836 Ὅτι οὐ δεῖ ἐπιδεικτιᾷν, οὐδὲ ἐμπορεύεσθαι τὸν λό γον τῆς διδασκαλίας ἐν κολακείᾳ τῶν ἀκουόντων, εἰς πληροφορίαν τῶν ἰδίων ἡδονῶν, ἤτοι χρειῶν· ἀλλὰ τοιούτους εἶναι, ὡς εἰς δόξαν Θεοῦ ἐν ώπιον αὐτοῦ λαλοῦντας. Κεφάλ. ΚΓʹ. ΜΑΤΘΑΙΟΣ. Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι δὲ τὰ φυλακτήρια αὐτῶν, καὶ μεγαλύνουσι τὰ κρά σπεδα τῶν ἱματίων αὐτῶν· φιλοῦσί τε τὰς πρω τοκλισίας ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθ εδρίας ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, Ῥαββὶ, Ῥαββί. Ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββίεἷς γάρ ἐστιν ὑμῶν ὁ καθηγητής· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε. Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Μηδὲ κληθῆτε καθηγηταί· εἷς γάρ ἐστιν ὁ καθηγητὴς ὑμῶν, ὁ Χριστός. ΙΩΑΝΝΗΣ. Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαν τός με. Ἐάν τις τὸ θέλημα αὐτοῦ ποιῇ, γνώσε ται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἦ ἐγὼ ἀπ' ἐμαυτοῦ λαλῶ. Ὁ ἀφ' ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν, οὗτος ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. ΠΡΟΣ ΚΟΡ. βʹ. Οὐ γάρ ἐσμεν, ὡς οἱ πολλοὶ, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλ' ὡς ἐξ εἰλικρινείας, ἀλλ' ὡς ἐκ Θεοῦ, κατενώπιον Θεοῦ ἐν Χριστῷ λαλοῦμεν. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκαθαρσίας, οὐδὲ ἐν δόλῳ· ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτω λαλοῦμεν· οὐχ ὡς ἀνθρώ ποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὔτε γάρ ποτε ἐν λόγῳ κολα κείας ἐγενήθημεν πρὸς ὑμᾶς, καθὼς οἴδατε, οὔτε προφάσει πλεονεξίας, Θεὸς μάρτυς, οὔτε