1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

46

ἐπὶ τῷ Θεῷ πεποιθέναι. Κεφάλ. ΚΖʹ. ΠΡΟΣ ΚΟΡ. βʹ. Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεὸν, οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ' ἑαυτῶν λογίσασθαί τι, ὡς ἐξ ἑαυτῶν· ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, ὃς καὶ ἱκάνω σεν ἡμᾶς γενέσθαι διακόνους καινῆς διαθήκης. ΠΡΟΣ ΚΟΡ. βʹ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν. Ὅτι οὐ δεῖ τὸν ἐγκεχειρισμένον τὸ κήρυγμα τοῦ Εὐαγ γελίου κτᾶσθαί τι πλέον τῶν πρὸς τὴν παρ' αὐτοῦ ἀναγκαίαν χρείαν. Κεφάλ. ΚΗʹ. ΜΑΤΘΑΙΟΣ. Μὴ κτήσησθε χρυσὸν, μήτε ἄργυρον, μήτε χαλκὸν εἰς τὰς ζώνας ὑμῶν· μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδή ματα, μηδὲ ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστι. ΛΟΥΚΑΣ. Μηδὲν αἴρετε εἰς ὁδὸν, μήτε ῥάβδους, μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. ΠΡΑΞΕΙΣ. Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα, αὐτοὶ γινώσκετε. ΠΡΟΣ ΤΙΜ. βʹ. Οὐδ εὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ὅτι οὐ δεῖ κιχρᾷν ἑαυτὸν εἰς τὴν περὶ τῶν βιωτι κῶν φροντίδα τοῖς κατὰ προσπάθειαν περὶ ταῦτα ἀσχολουμένοις. Κεφάλ. ΚΘʹ. ΛΟΥΚΑΣ. Εἶπε δέ τις αὐτῷ ἐκ τοῦ ὄχλου· ∆ι δάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ' ἐμοῦ τὴν κληρονομίαν. Ὁ δὲ εἶπεν· Ἄνθρωπε, τίς με κατέστησε δικαστὴν ἢ μεριστὴν ἐφ' ὑμᾶς; ΠΡΟΣ ΤΙΜ. βʹ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, καὶ τὰ ἑξῆς. 31.841 Ὅτι οἱ διὰ τὴν πρὸς τοὺς ἀκούοντας ἀρέσκειαν ἀμε λοῦντες τῆς παῤῥησίας τῶν τοῦ Θεοῦ θελημάτων, ἐκείνοις ἑαυτοὺς δουλοῦντες, οἷς ἀρέσκειν θέλουσι, τῆς τοῦ Κυρίου δεσποτείας ἐκπίπτουσιν. Κεφάλ. λʹ. ΙΩΑΝΝΗΣ. Πῶς δύνασθε ὑμεῖς πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; ΠΡΟΣ ΓΑΛ. Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Ὅτι δεῖ σκοπὸν προκεῖσθαι τῷ διδάσκοντι, πάντας μὲν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πλη ρώματος τοῦ Χριστοῦ καταρτίσαι, ἕκαστον δὲ ἐν τῷ ἰδίῳ τάγματι. Κεφάλ. λαʹ. ΜΑΤΘΑΙΟΣ. Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ὥσπερ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστιν. ΙΩΑΝΝΗΣ. Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσιν, καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν. ΠΡΟΣ ΕΦΕΣ. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ ποι μένας καὶ διδασκάλους πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χρι στοῦ. Ὅτι δεῖ ἐν ἀνεξικακίᾳ καὶ πραότητι παιδεύειν τοὺς ἀντιδιατιθεμένους, προσδοκῶντα αὐτῶν τὴν μετάνοιαν, ἕως ἂν πληρώσῃ τὸ μέτρον τῆς εἰς αὐτοὺς ἐπιμελείας. Κεφάλ. λβʹ. ΜΑΤΘΑΙΟΣ. Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὔτε ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν. ΠΡΟΣ ΤΙΜ. βʹ. ∆οῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας, διδακτικὸν, ἀνεξίκακον, ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους· μήποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνα νήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος. Ὅτι δεῖ τοῖς διὰ φόβον καὶ εὐλάβειαν παραιτουμέ νοις τὴν παρουσίαν τοῦ κηρύσσοντος τὸν λόγον εἴκειν, καὶ μὴ φιλονείκως ἐγκεῖσθαι. Κεφάλ. λγʹ. ΛΟΥΚΑΣ. Καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆ θος τῆς περιχώρου τῶν Γαδαρηνῶν, ἀπελθεῖν ἀπ' αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο. Αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον, ὑπέστρεψεν. 31.844 Ὅτι δεῖ καὶ τῶν διὰ ἀγνωμοσύνην μὴ καταδεχομέ νων τὸ κήρυγμα τοῦ Εὐαγγελίου ἀναχωρεῖν, μηδὲ τὰ πρὸς τὴν ἀναγκαίαν τοῦ σώματος χρείαν παρ' αὐτῶν εὐεργετηθῆναι ἀνεχομένους. Κεφάλ. λδʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ ὃς ἂν