1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

48

ἐξελέξαντο Στέφανον ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ἁγίου, καὶ Φί λιππον, καὶ Πρόχορον, καὶ Νικάνορα, καὶ τοὺς λοιποὺς, οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων· καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. ΠΡΟΣ ΤΙΜ. αʹ. ∆ιακόνους ὡσαύτως σεμνοὺς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς, καὶ τὰ ἑξῆς.

ΟΡΟΣ ΟΒʹ. Περὶ ἀκροατῶν. Ὅτι δεῖ τῶν ἀκροατῶν τοὺς πεπαιδευμένους τὰς

Γραφὰς, δοκιμάζειν τὰ παρὰ τῶν διδασκάλων λεγόμενα· καὶ τὰ μὲν σύμφωνα ταῖς Γραφαῖς δέχε σθαι, τὰ δὲ ἀλλότρια ἀποβάλλειν· καὶ τοὺς τοιού 31.848 τοις

διδάγμασιν ἐπιμένοντας ἀποστρέφεσθαι σφοδρότερον. Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ τὸ σκάνδαλον

ἔρχεται. Καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτόν· ὁμοίως καὶ περὶ χειρὸς καὶ ποδός. ΙΩΑΝΝΗΣ. Ἀμὴν ἀμὴν λέγω ὑμῖν· ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλα χόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής. Καὶ μετ' ὀλίγα· Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσω σιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι οὐκ οἴ δασι τῶν ἀλλοτρίων τὴν φωνήν. ΠΡΟΣ ΓΑΛ. Ἀλλὰ καὶ ἐὰν ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. ΠΡΟΣ ΘΕΣΣ. αʹ, Προφητείας μὴ ἐξουθενεῖτε. Πάντα δοκιμάζετε· τὸ καλὸν κατέχετε. Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. Ὅτι δεῖ τοὺς μὴ πολλὴν ἔχοντας τὴν τῶν Γραφῶν γνῶσιν, ἐν τοῖς καρποῖς τοῦ Πνεύματος γνωρίζειν τὸν χαρακτῆρα τῶν ἁγίων· καὶ τοὺς μὲν τοιούτους δέχεσθαι, τοὺς δὲ ἄλλως ἔχοντας ἀποστρέφε σθαι. Κεφάλ. βʹ. ΜΑΤΘΑΙΟΣ. Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπρο φητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. ΠΡΟΣ ΦΙΛΙΠΠ. Συμμιμηταί μου γίνεσθε, ἀδελφοὶ, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς. Ὅτι δεῖ τῶν ὀρθοτομούντων τὸν λόγον τῆς ἀληθείας οὕ τως ἀνέχεσθαι, ὡς τοῦ Κυρίου, εἰς δόξαν αὐτοῦ τοῦ ἀποστείλαντος Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Κεφάλ. γʹ. ΜΑΤΘΑΙΟΣ. Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται. ΙΩΑΝ. Ὁ λαμβάνων ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει. ΛΟΥΚΑΣ. Ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει. ΠΡΟΣ ΓΑΛ. Καὶ τὸν πειρασμὸν, τὸν ἐν τῇ σαρκί μου, οὐκ ἐξουθενήσατε, οὐδὲ ἐξεπτύσατε, ἀλλ' ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν. Ὅτι οἱ ἀπειθοῦντες τοῖς παρὰ τοῦ Κυρίου ἀποστελ λομένοις, τὴν ἀτιμίαν οὐ μέχρι τούτων ἱστῶσιν, ἀλλὰ ἀνάγουσιν ἐπὶ τὸν ἀποστείλαντα, καὶ κρῖμα ἑαυτοῖς χεῖρον τῶν ἐν Σοδόμοις καὶ Γομόῤῥοις ἐπι σπῶνται. Κεφάλ. δʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς, μη δὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι τῆς πόλεως ἢ τῆς οἰκίας ἐκείνης, ἐκτινάξατε τὸν κο νιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν λέγω ὑμῖν, ἀν εκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. ΛΟΥΚΑΣ. 31.849 Ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Τοι γαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν, τὸν καὶ δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ἡμᾶς. Ὅτι δεῖ τὴν διδασκαλίαν τῶν ἐντολῶν τοῦ Κυρίου οὕτως δέχεσθαι, ὡς ζωῆς αἰωνίου καὶ βασιλείας οὐρανῶν περιποιητικήν· καὶ προθύμως ἐνεργεῖν αὐτὴν, κἂν ἐπίπονος εἶναι δοκῇ. Κεφάλ. εʹ. ΙΩΑΝΝΗΣ. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ τὸν λόγον μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. ΠΡΑΞΕΙΣ. Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκεί νην καὶ μαθητεύσαντες ἱκανοὺς, ὑπέστρε ψαν εἰς τὴν Λύστραν, καὶ Ἰκόνιον, καὶ Ἀντιόχειαν, ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει· καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βα σιλείαν τῶν οὐρανῶν. Ὅτι δεῖ τὸν ἔλεγχον καὶ τὴν ἐπιτίμησιν οὕτως δέχε σθαι, ὡς φάρμακον ἀναιρετικὸν πάθους, καὶ ὑγείας κατασκευαστικόν. Ἐξ οὗ δῆλόν ἐστιν, ὅτι