1

 2

 3

 4

2

προσευχῶν ἀργία, καὶ ἡ περὶ τὰ μὴ ὄντα ἐπιθυμία, ἐντολῶν ἀμέλεια, καὶ καλλωπι σμὸς ἱματίων, προσώπων ὡραϊσμὸς, καὶ συντυχίαι καὶ ὁμιλίαι, ἔξωθεν τοῦ πρέποντός τε καὶ ἀναγκαίου γινόμεναι· ταῦτα πάντα τοσαύτης ἄξια παραφυλα κῆς ἐστι τῷ διὰ τῆς παρθενίας ἀφιερώσαντι τῷ Θεῷ ἑαυτὸν, ὡς τὸν ἴσον, μικροῦ δεῖν, κίνδυνον εἶναι, ἑνί τε τούτων συνενεχθῆναι, καὶ ἐν τῇ ἀπειρημένῃ ἁμαρτίᾳ γενέσθαι. Πάντα γὰρ τὰ διὰ πάθους γινό μενα λυμαίνεταί πως τῇ τῆς ψυχῆς καθαρότητι, καὶ πρὸς τὴν θείαν ἐμποδίζει ζωήν. Πρὸς ταῦτα τοίνυν χρὴ βλέπειν τὸν ἀποταξάμενον τῷ βίῳ, ὡς μηδενὶ τρόπῳ τὸ τοῦ Θεοῦ σκεῦος ἑαυτὸν τῇ ἐμπαθεῖ χρήσει καταμολύνειν. Λογίζεσθαι δὲ ἐκεῖνο μάλιστα χρὴ, ὅτι, διαβὰς τὰ μέτρα τῆς ἀνθρωπίνης φύσεως, πρὸς τὴν ἀσώματον πολιτείαν ἑαυτὸν μετέστησεν ὁ τὸν τῶν ἀγγέλων βίον ἑλόμενος.

Ἴδιον γὰρ τοῦτο τῆς ἀγγελικῆς ἐστι φύσεως, τὸ ἀπηλλάχθαι τῆς γαμι κῆς συζυγίας, μηδὲ πρὸς ἄλλο τι κάλλος μετεωρί ζεσθαι, ἀλλ' εἰς τὸ θεῖον πρόσωπον διηνεκῶς ἀτενί ζειν. Ὁ τοίνυν πρὸς τὴν ἀγγελικὴν ἀξίαν μετα ταξάμενος, εἰ τοῖς ἀνθρωπίνοις ἐμμολύνοιτο πάθεσιν, ὅμοιός ἐστι δορᾷ παρδάλεως, ἧς οὔτε λευκὴ παντελῶς ἡ θρὶξ οὔτε μέλαινα διόλου, ἀλλὰ τῇ μίξει τῶν ἑτεροχροούντων διεστιγμένη, οὔτε ἐν τοῖς μέλασιν, οὔτε ἐν τοῖς λευκοῖς ἀριθμεῖται. Ταῦτα μὲν οὖν κοινοτέρα τις ἔστω παραγγελία τῶν τὸν ἐγκρατῆ καὶ ἁγνὸν βίον προελομένων. Ἐπειδὴ δὲ χρὴ καὶ περὶ τῶν καθ' ἕκαστον ἀκρι βῶς διελέσθαι, ἀναγκαῖον ἂν εἴη δι' ὀλίγων καταλι πεῖν καὶ περὶ τούτων ὑπόμνημα. Οἱ χωρισθέντες τοῦ κοινοῦ βίου, καὶ πρὸς τὴν θειοτέραν ζωὴν ἑαυ τοὺς ἀσκοῦντες, μὴ ἐφ' ἑαυτῶν, μηδὲ καταμό νας ἀσκείσθωσαν. Ἐμμάρτυρον γὰρ εἶναι προσήκει τὸν τοιοῦτον βίον, ὡς ἂν ἐκτὸς εἶναι πονηρᾶς ὑπ οψίας. Καὶ ὥσπερ ὁ πνευματικὸς νόμος οὐκ ἐλάττονας εἶναι τῶν δέκα βούλεται τοὺς τὸ μυστικὸν πάσχα ἐσθίοντας· οὕτως χρὴ ἐνταῦθα πλεονάζειν μᾶλλον ἢ ἐλαττοῦσθαι τὴν δεκάδα τῶν τὴν πνευματικὴν πο λιτείαν συνασκουμένων. Ἀρχηγὸς εἷς τῆς εὐσχη μοσύνης τοῦ βίου προκαθεζέσθω, ἐν δοκιμασίᾳ βίου καὶ ἤθους καὶ πάσης κοσμίας ἀναστροφῆς τῶν λοι 31.876 πῶν προκριθεὶς, συμπαραλαμβανομένης καὶ τῆς κατὰ τὸν χρόνον ἡλικίας πρὸς τὴν προτίμησιν. Αἰ δεσιμώτερον γάρ πως ἐν τῇ φύσει τῶν ἀνθρώπων τὸ γεραρώτερον. Οὗτος δὲ τοσαύτην ἐξουσίαν ἐχέτω, ἑκουσίως τῆς ἀδελφότητος ἐν εὐπειθείᾳ μόνον καὶ ταπεινοφροσύνῃ ὑπακουούσης, ὥστε μὴ ἐξεῖναι μη δενὶ τῶν κατὰ τὴν συνοδίαν ἀντιβαίνειν τῷ βουλή ματι αὐτοῦ, ἐν οἷς ὑφηγεῖταί τι τῶν εἰς εὐσχημο σύνην τε καὶ ἀκρίβειαν βίου συμβαλλομένων. Ἀλλ' ὥσπερ φησὶν ὁ Ἀπόστολος, ταῖς ὑπὸ τοῦ Θεοῦ τε ταγμέναις ἐξουσίαις μὴ ἀντιτάσσεσθαι (κρίνεσθαι γὰρ τοὺς ἀντιτασσομένους τῇ τοῦ Θεοῦ διαταγῇ)· οὕτω καὶ ἐνταῦθα πεπεῖσθαι προσήκει τὴν λοιπὴν ἀδελφότητα, μὴ κατὰ τὸ αὐτόματον, ἀλλὰ κατὰ τὴν θείαν βούλησιν, τὴν τοιαύτην ἐξουσίαν τῷ ἐπιστα τοῦντι δεδόσθαι, ὥστε ἀνεμπόδιστον γίνεσθαι τὴν κατὰ Θεὸν προκοπὴν, τοῦ μὲν ὑποτιθεμένου πᾶν ὅσον ψυχωφελές τε καὶ χρήσιμον, τῶν δὲ ἐν εὐπει θείᾳ τὰς ἀγαθὰς συμβουλίας δεχομένων.

Ἐπεὶ οὖν προσήκει παντὶ τρόπῳ τῷ προεστῶτι εὐπειθῆ τε καὶ ὑποχείριον εἶναι τὴν συνοδίαν, πρὸ πάντων ἀναγκαῖόν ἐστι τοιοῦτον ἐκλέγεσθαι τὸν καθηγούμενον τῆς πολιτείας ταύτης, ὡς παντὸς ἀγαθοῦ ὑπόδειγμα τοῖς πρὸς αὐτὸν ἀποβλέπουσι τὸν ἐκείνου γίνεσθαι βίον· καὶ, ὥς φησιν ὁ Ἀπόστολος, νηφάλιον, σώ φρονα, κόσμιον, διδακτικόν. Οὕτω μοι δοκεῖ δεῖν καὶ τὸν τούτου ἐξετάζειν βίον, μὴ μόνον εἰ τῷ χρόνῳ τὸ γηραιὸν ἔχοιεν (ἔστι γὰρ καὶ ἐν πολιᾷ καὶ ῥυτίδι νεωτερίζειν κατὰ τὸ ἦθος)· ἀλλὰ προηγουμένως, εἰ τὸ ἦθος καὶ ὁ τρόπος διὰ κοσμιότητος πεπολίωται, ὥστε πᾶν τὸ παρ' αὐτοῦ λεγόμενόν τε καὶ γινόμενον ἀντὶ νόμου καὶ κανόνος τῇ συνοδίᾳ γίνεσθαι. Ἐπί νοια δὲ τροφῆς πρέπει τοῖς ἐν τῷ τοιούτῳ βίῳ διά γουσιν, ἣν ὁ Ἀπόστολος ὑποτίθεται, ἵνα ἐργαζό μενοι ταῖς χερσὶν εὐσχημόνως τὸν