1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

2

ὑποκάθηται δυσμενὴς, ἀνα μένων πότε τοῖς ὁρωμένοις δελεασθέντες, τῆς μὲν εὐθείας ἐκτραπῶμεν ὁδοῦ, πρὸς δὲ τὸν ἐκείνου λόχον ἑαυτοὺς ἀποκλίνωμεν. Καὶ δέος πολὺ, μή ποτε προσδραμόντες ἀφυλάκτως αὐτοῖς, καὶ τὴν ἐκ τῆς ἀπολαύσεως τέρψιν οὐδὲν ἡγησάμενοι βλαβερὸν, ἐγκεκρυμμένον τῇ πρώτῃ γεύσει τὸ τοῦ διαβόλου καταπίωμεν ἄγκιστρον· εἶτα ὑπὸ τούτου, τὰ μὲν ἑκόντες, τὰ δὲ ἄκοντες, προσδεθῶμεν αὐτοῖς, καὶ πρὸς τὸ φοβερὸν τοῦ λῃστοῦ καταγώγιον, τὸν θάνατον, λάθωμεν ἑλκυσθέντες ὑπὸ τῶν ἡδονῶν. Αἱ μὲν γὰρ ἀρεταὶ, ὅταν ἐξ ἐπιμελείας συναφθῶσι τῇ φύσει, ἡμέτερα κτήματα γίνεται, καὶ οὔτε ἐπὶ γῆς μο χθοῦντας ἡμᾶς ἀπολιμπάνειν ἐθέλουσιν (ἢν μὴ πρὸς βίαν αὐτὰς ἑκόντες ἀποδιώξωμεν ταῖς τῶν χειρόνων ἐπαγωγαῖς), ἐκεῖσέ τε ἐπειγομένων προτρέχουσι, καὶ τοῖς ἀγγέλοις τοὺς κτησαμένους συνάπτουσι, καὶ λάμπουσι δι' αἰῶνος ὑπὸ τοῖς τοῦ κτίσαντος ὀφθαλμοῖς. Πλοῦτος δὲ, καὶ δυναστεία, καὶ περιφά νεια, καὶ τρυφὴ, καὶ πᾶς ὁ τοιοῦτος ὄχλος, ὁ καθ' 32.1120 ἡμέραν ἐκ τῆς ἡμετέρας ἀνοίας αὐξανόμενος, οὔτε συμπροῆλθε πρὸς τὸν βίον ἡμῖν, οὔτε συναπῆλθέ τισιν· ἀλλὰ τὸ τῷ δικαίῳ πάλαι ῥηθὲν, ἐπὶ παντὸς ἀνθρώπου πέπηγε καὶ κρατεῖ· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Τί οὖν σοι λυσιτελέστερον; τὴν πρόσκαιρον ἑλέσθαι ζωὴν, καὶ δι' αὐτῆς τὸν αἰώνιον λαβεῖν θάνατον, ἢ τὴν ἐν τῇ ἀσκήσει τῆς ἀρετῆς ἑλόμενον κακοπά θειαν, ταύτῃ προξένῳ χρήσασθαι τῆς αἰωνίου ζωῆς; Τὰ μὲν γὰρ τοῦ σώματος βάρη, ταῖς ἐπὶ τῆς τρυτά νης ῥοπαῖς δοκιμάζομεν· τὰ δὲ τοῦ βίου ἐκλεκτὰ, τῷ αὐτεξουσίῳ τῆς ψυχῆς διακρίνομεν· ὃ καὶ ζυγὸν ὠνόμασεν ἡ Γραφὴ, διὰ τὸ ἴσην δύνασθαι λαμβάνειν τὴν ῥοπὴν ἐφ' ἑκάτερα. Οἷόν τι λέγω, πορνεία καὶ σωφροσύνη παρὰ σοὶ κρίνεται, καὶ ὑψηλὸς προκαθ έζεταί σοι ὁ νοῦς, πεπιστευμένος τὸ δικαστήριον· καὶ ἡ μὲν ἡδονὴ συνηγορεῖ τῇ πορνείᾳ, ὁ δὲ φόβος τοῦ Θεοῦ τῇ σωφροσύνῃ συνίσταται. Ἐὰν μὲν οὖν καταδικάσῃς τὴν ἁμαρτίαν, δῷς δὲ νικῆσαι τὴν σωφροσύνην, εὐθεῖαν ἐποιήσω τὴν κρίσιν τοῦ πράγματος· ἐὰν δὲ τῇ ἡδονῇ δοὺς τὴν ῥοπὴν, προτιμοτέραν ἀπο φήνῃς τὴν ἁμαρτίαν, σκολιὸν ἐποιήσω τὸ κρῖμα, ὑπόδικος γενόμενος τῇ ἀρᾷ τοῦ εἰπόντος· Οὐαὶ, οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν· οἱ λέγοντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς. Ἐπεὶ οὖν πᾶσα ἀρετὴ πρὸς πᾶσαν κακίαν διαδικάζε ται, τότε δὴ ἐπίδειξαι τὴν εὐθύτητα τῶν κριμάτων ἐν τῷ κρυπτῷ σου τῆς ψυχῆς κριτηρίῳ, καὶ οἱονεὶ πάρεδρον σεαυτῷ τὴν ἐντολὴν ποιησάμενος, δεῖξον τὸ μισοπόνηρον, ἀποστρεφόμενος μὲν τὰς ἁμαρτίας, ὑπερτιμῶν δὲ τὰς ἀρετάς. Ἐὰν γὰρ ἐφ' ἑκάστης πράξεως νικᾷν ποιήσῃς παρὰ σοὶ τὰ βελτίονα, μα κάριος ἔσῃ Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν κρίνῃ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ Εὐαγγέ λιον ἡμῶν· καὶ, Μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων, οὐκ ἀπέρ χῃ καταδεδικασμένος διὰ τὴν πρὸς τὰ φαῦλα ῥοπὴν, ἀλλὰ τοῖς τῆς δικαιοσύνης τιμηθήσῃ στεφάνοις, οἷς παρὰ πάντα σου τὸν βίον τὴν ἀρετὴν ἐστεφάνωσας. Ὥσπερ γὰρ ὁ τοξότης πρὸς τὸν σκοπὸν ἀπευθύνει τὸ βέλος, οὔτε ὑπερβολαῖς, οὔτε ἐλλείψεσιν, οὔτε ταῖς ἐφ' ἑκάτερα παρατροπαῖς ἀποπλανῶν τὴν τοξείαν· οὕτως ὁ κριτὴς ὀφείλει τοῦ δικαίου καταστοχάζεσθαι, οὔτε πρόσωπα λαμβάνων (Γνωρίζειν γὰρ πρόσωπον ἐν κρίσει οὐ καλὸν), οὔτε ποιῶν κατὰ πρόσκλι σιν, ἀλλ' εὐθείας καὶ ἀδιαστρόφους ἐκφέρων τὰς κρίσεις. Καὶ δύο κρινομένων παρ' αὐτῷ, τοῦ τε πλεονεκτοῦντος, καὶ τοῦ τὸ ἔλαττον ἔχοντος, ὀφείλει αὐτὸς ἵστασθαι ἐπανισῶν αὐτοὺς πρὸς ἀλλήλους, καὶ τοσοῦτον ἀφαιρῶν τοῦ ὑπερέχοντος, ὅσον ἐλαττού μενον εὑρίσκει τὸν ἀδικούμενον. Τὰ μὲν γὰρ ἄλλα τῶν κτημάτων, οὐ μᾶλλον τῶν ἐχόντων ἢ καὶ οὑτινοσοῦν τῶν ἐπιτυχόντων 32.1121 ἐστὶν ὥσπερ ἐν παιδιᾷ κύβων, τῇδε κἀκεῖσε μετα βαλλόμενα· μόνη δὲ κτημάτων ἡ ἀρετὴ ἀναφαίρε τον, καὶ ζῶντι καὶ τελευτήσαντι παραμένουσα. Ὅθεν δὴ καὶ Σόλων μοι δοκεῖ πρὸς τοὺς εὐπόρους εἰ πεῖν τὸ, Ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα Τῆς ἀρετῆς τὸν πλοῦτον·