1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

3

ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεὶ, Χρήματα δ' ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει. ∆ιὸ ἀρετῆς ὑμῖν ἐπιμελητέον, ὦ ἄνθρωποι, ἣ καὶ ναυαγήσαντι συνεκνήχεται, καὶ ἐπὶ τῆς χέρσου γε νόμενον γυμνὸν τιμιώτερον ἀποδείξει τῶν εὐδαιμό νων. Καὶ οὕτω βιώσωμεν, ὡς μηδέποτε τὰ παρελ θόντα κρείττονα εἶναι τῶν μελλόντων· Μηδὲ εἴπω μεν, ὅτι αἱ ἡμέραι αἱ πρότερον ἀγαθαὶ ἦσαν ὑπὲρ ταύτας. Ἐὰν γὰρ αἱ προάγουσαι ἡμέραι βελτίους ὦσι τῶν μετὰ ταῦτα, λεχθήσεται ἡμῖν· Τοσαῦτα ἐπάθετε εἰκῆ, ἀμαυρουμένων τῶν καλῶν ὑπὸ τῆς ἐν τοῖς ὕστερον ἀμελείας. Ὥσπερ γὰρ ὁ τελειούμενος τοῖς ἔμπροσθεν ἐπεκτείνεται, οὕτως ὁ ἁμαρτάνων εἰς τὸ κατόπιν ἀναποδίζει. Τίς δὲ μείζων κακίας ἀπό δειξις, ἢ ἡ τοῦ ἀγαθοῦ ἐγκατάλειψις; Καὶ πονηρίας ὑπερβολὴ, τὸ παροξῦναι τὸν ἀγαθὸν καὶ πρᾶον. Τὸ γὰρ ἔσχατον ἐν πονηρίᾳ, καὶ πρὸς ἑαυτό ἐστιν ἀσύμφωνον· καὶ ἔοικε τὸ κακὸν, οὐ τῷ ἀγαθῷ ἐναν τιοῦσθαι μόνον, ἀλλὰ καὶ αὐτὸ ἑαυτῷ. Ὥσπερ οὖν ἡττᾶται σκότος τῇ τοῦ φωτὸς παρουσίᾳ, καὶ νικᾶται νόσος τῇ τῆς ὑγείας ἐπιδημίᾳ, καὶ ἡ κατ' ἀρετὴν προκοπὴ ἐπὶ τὸ μεῖζον ἀπὸ τῶν ἐλαττόνων τὴν αὔ ξησιν ἔχει· οὕτω καὶ ἡ τῆς κακίας χύσις ἀπὸ τῶν ὑποδεεστέρων τῶν ἐξ ἀρχῆς ἐπὶ τὸ ἀνήκεστον φέρε ται. Ἀρχὴ δὲ πρὸς τὴν ἀνάληψιν τῶν καλῶν, ἡ ἀνα χώρησις τῶν κακῶν. Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Εἰ γὰρ εὐθὺς προσ έβαλέ σοι τὰ τέλεια, ἀπώκνησας ἂν πρὸς τὴν ἐγχεί ρησιν· νυνὶ δὲ τοῖς εὐληπτοτέροις σε προσεθίζει, ἵνα κατατολμήσῃς τῶν ἐφεξῆς. Ὡς γὰρ ἐπὶ τῆς κλίμα κος πρώτη ἀνάβασις, ἡ τῆς γῆς ἀναχώρησις· οὕτως ἐπὶ τῆς κατὰ Θεὸν πολιτείας, ἀρχὴ προκοπῆς, ὁ τῶν κακῶν χωρισμός. Ἕως μὲν οὖν νήπιός ἐστιν ἕκα στος ἡμῶν, τὸ ἐν τῷ παρόντι ἡδὺ διώκων, οὐδεμίαν τοῦ μέλλοντος κηδεμονίαν ποιεῖται· ἀνὴρ δὲ γενόμε νος, μετὰ τὸν ἀπαρτισμὸν τῶν ἐννοιῶν, οἷον ὁρᾷν δοκεῖ τὸν βίον αὐτῷ σχιζόμενον πρὸς ἀρετὴν καὶ κα κίαν· καὶ πυκνὸν πρὸς ἑκάτερον τὸ ὄμμα τῆς ψυχῆς μεταστρέφων, παράλληλα κρίνει τὰ ἑκατέρῳ προσ όντα. Καὶ ὁ μὲν τῶν ἁμαρτωλῶν βίος πάντα δείκνυσι τὰ τοῦ παρόντος αἰῶνος τερπνά· ὁ δὲ τῶν δικαίων μόνα ὑποφαίνει τὰ τοῦ μέλλοντος ἀγαθά. Καὶ ἡ μὲν τῶν σωζομένων ὁδὸς, ὅσον καλὰ ὑπισχνεῖται τὰ μέλ λοντα, τοσοῦτον ἐπίπονα παρέχεται τὰ παρόντα· ὁ δὲ ἡδὺς καὶ ἀκόλαστος βίος οὐχὶ προσδοκωμένην εἰς 32.1124 ὕστερον, ἀλλ' ἤδη παροῦσαν προτείνεται τὴν ἀπό λαυσιν. Μακάριος οὖν ὁ μὴ περιτραπεὶς ἐκ τῶν τῆς ἡδονῆς δελεασμάτων πρὸς τὴν ἀπώλειαν, καὶ ἐν τῇ ἐκλογῇ τῶν ὁδῶν ἑκατέρων μὴ ἐπιβὰς τῆς ὁδοῦ τῆς ἀγούσης ἐπὶ τὰ χείρονα. Μακάριος ὁ πάσης ἐλπί δος τῶν κατὰ τὸν κόσμον τοῦτον ἑαυτὸν ἀποστήσας, καὶ μόνην ἔχων ἑαυτοῦ ἐλπίδα τὸν Θεόν. Ὡς γὰρ ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄν θρωπον· οὕτως εὐλογημένος ὁ ἐπιστηριζόμενος τῷ Κυρίῳ. Οὐ γὰρ ἐπιδέχεται ἐπαμφοτερισμὸν ἡ εἰς Θεὸν ἐλπὶς, οὐδὲ καταδέχεται ὁ Κύριος ὁλόκληρον τὴν παρ' ἑαυτοῦ παρέχειν βοήθειαν τῷ ποτὲ μὲν ἐπὶ χρήμασιν ἠλπικότι, καὶ δόξῃ ἀνθρωπίνῃ, καὶ δυ νάμει τῇ κατὰ κόσμον, ποτὲ δὲ αὐτὸν ὡς ἐλπίδα ἑαυ τοῦ προβαλλόμενον· ἀλλὰ δεῖ ἀληθινῶς ἐπαναπαύ εσθαι τῇ παρὰ τοῦ Θεοῦ βοηθείᾳ. Ἀμαθεῖς δὲ ἄνθρωποι, καὶ φιλόκοσμοι, ἀγνοοῦντες αὐτοῦ τοῦ ἀγαθοῦ τὴν φύσιν, μακαρίζουσι πολλάκις τὰ μηδενὸς ἄξια, πλοῦτον, ὑγείαν, περιφά νειαν βίου, ὧν οὐδέν ἐστιν ἀγαθὸν τῇ ἑαυτοῦ φύσει, οὐ μόνον καθότι ῥᾳδίαν ἔχει τὴν πρὸς τὰ ἐναντία περιτροπὴν, ἀλλ' ὅτι μηδὲ ἀγαθοὺς δύναται τοὺς κε κτημένους ἀποτελεῖν. Ὁ μὲν οὖν ἐν τῷ βίῳ τυγχά νων, οὔπω μακαριστὸς, διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως· ὁ δὲ συμπληρώσας τὰ ἐπιβάλλοντα, καὶ ἀναντιῤῥήτῳ τέλει τὴν ζωὴν κατακλείσας, οὗτος ἤδη ἀσφαλῶς μακαρίζεται. Καὶ οἱ μὲν τὸ ἀγαθὸν ἐργαζόμενοι, ἐν αὐτῷ τῷ ἔργῳ τὸ εὐαπόδεκτον ἔχουσιν· οἱ δὲ τὸ κακὸν φεύγοντες, οὐκ ἐὰν ἅπαξ ἢ δεύτερον ἐκκλίνω σιν, ὦσιν ἂν ἐπαινετοὶ, ἀλλ' ἐὰν δυνηθῶσι τοῦ κακοῦ τὴν πεῖραν εἰς τὸ παντελὲς διαδρᾶναι. Εἰ οὖν δέοι βίον μὲν ἄριστον ἕκαστον προαιρεῖσθαι, ἡδὺν δὲ προσδοκᾷν τῇ συνηθείᾳ γενήσεσθαι,