1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

5

ἀποδύεσθαι δέῃ τὴν λεβήριδα, στενῷ τόπῳ καὶ ἀκριβῶς περι σφίγγοντι τὸ σῶμα ἐπιδοὺς ἑαυτὸν, φρονίμως καὶ συνετῶς ἀποδύεται τὸ γῆρας. Ὅπερ οὖν καὶ ἡμᾶς βούλεται ὁ Λόγος, διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ πορευομένους, ἀποδύεσθαι μὲν τὸν παλαιὸν ἄνθρωπον, ἐνδύεσθαι δὲ τὸν νέον, ὥστε καὶ ἡμῶν ἀνακαινισθῆναι, ὡς ἀετοῦ τὴν νεότητα. Φωτὸς γὰρ ἀναφανέντος, ἀφανίζεται σκότος· καὶ ὑγείας παρ ούσης, τὰ ὀχληρὰ τῆς νόσου πέπαυται· καὶ ἀληθείας ἀποδειχθείσης, τοῦ ψεύδους ἡ φύσις ἐλέγχεται. Ἀλλ' οἱ πολλοὶ τῶν ἀνθρώπων ταῖς νεφέλαις ἐοί κασι, πρὸς τὰς τῶν πνευμάτων μεταβολὰς ἄλλοτε κατ' ἄλλο μέρος τοῦ ἀέρος ἐκφερομέναις· καὶ οἷς μὲν εὔκολος πρὸς μεταβολὴν ἡ διάνοια, τούτοις οὐδὲν ἀπεικὸς καὶ τὸν βίον εἶναι μὴ τεταγμένον· οἷς δὲ πεπηγυῖα ἡ γνώμη, καὶ ἀεὶ ἑστῶσα, καὶ ἡ αὐτὴ, τούτοις ἀκόλουθον συμφώνως τῇ προαιρέσει τὴν ζωὴν διεξάγειν. Πολλοὶ δὲ καὶ τὰς πονηρὰς πράξεις ἀποδεχόμενοι, χαρίεντα μὲν τὸν εὐτράπελον λέγουσι· τὸν δὲ αἰσχρολόγον, πολιτικόν· καὶ τὸν πικρὸν καὶ ὀργίλον, ἀκαταφρόνητον ὀνομάζουσι· τὸν φειδωλὸν καὶ ἀκοινώνητον, ὡς οἰκονομικὸν, ἐπαινοῦσι· τὸν ἄσωτον, ὡς ἐλευθέριον· τὸν πόρνον καὶ ἀσελγῆ, ἀπολαυστικόν τινα καὶ ἀνειμένον· καὶ ἁπαξαπλῶς πᾶσαν κακίαν ἐκ τῆς παρακειμένης ἀρετῆς ὑπο κορίζονται. Οἱ τοιοῦτοι τῷ στόματι μὲν εὐλογοῦσι, κατὰ τὸν ∆αβὶδ, τῇ δὲ καρδίᾳ καταρῶνται. Ἐν γὰρ τῇ τῶν ῥημάτων εὐφημίᾳ πᾶσαν κατάραν ἐπάγουσιν αὐτῶν τῇ ζωῇ, ὑποδίκους αὐτοὺς τῇ αἰωνίᾳ κατα κρίσει δι' ὧν ἀποδέχονται καθιστῶντες. Ὥσπερ οὖν οὐκ ἔστι δικαίου κριτοῦ ἴσας πρὸς ἴσας ὁρίζειν τὰς ἀντιδόσεις, ἀλλ' ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ προσθήκης ἀποτῖσαι τὰ ὀφειλόμενα, εἰ μέλλοι αὐ τός τε βελτίων ταῖς τιμωρίαις γενήσεσθαι, καὶ τοὺς λοιποὺς σωφρονεστέρους ποιεῖν τῷ ὑποδείγματι· οὕτω καὶ ὁ τὸ κακὸν ἐν προσχήματι τοῦ ἀγαθοῦ ποιῶν, διπλασίονος τιμωρίας ἐστὶν ἄξιος, διότι αὐτό τε τὸ οὐκ ἀγαθὸν ἐργάζεται, καὶ κέχρηται εἰς τὸ τελέσαι τὴν ἁμαρτίαν, ὡς ἂν εἴποι τις, τῷ καλῷ συνεργῷ. Φευκτέον οὖν τῷ σωφρονοῦντι τὸ πρὸς δόξαν ζῇν, καὶ τὰ τοῖς πολλοῖς δοκοῦντα περισκοπεῖν, καὶ μὴ τὸν ὀρθὸν λόγον ἡγεμόνα ποιεῖσθαι τοῦ βίου, ὥστε κἂν πᾶσιν ἀνθρώποις ἀντιλέγειν, κἂν ἀδοξεῖν καὶ κινδυνεύειν ὑπὲρ τοῦ καλοῦ δέῃ, μηδὲν αἱρεῖσθαι τῶν ὀρθῶς ἐγνωσμένων παρακινεῖν. Τὸν γὰρ μὴ 32.1129 οὕτως ἔχοντα, τί τοῦ Αἰγυπτίου σοφιστοῦ φήσομεν ἀπολείπειν, ὃς φυτὸν ἐγένετο καὶ θηρίον, ὁπότε βού λοιτο, καὶ πῦρ καὶ ὕδωρ καὶ πάντα χρήματα· εἴπερ δὴ καὶ αὐτὸς νῦν μὲν τὸ δίκαιον ἐπαινέσεται παρὰ τοῖς τοῦτο τιμῶσι· νῦν δὲ τοὺς ἐναντίους ἀφήσει λό γους, ὅταν τὴν ἀδικίαν εὐδοκιμοῦσαν αἴσθηται, ὅπερ δίκην ἐστὶ κολάκων, καὶ τῆς Ἀρχιλόχου ἀλώπεκος τὸ κερδαλέον τε καὶ ποικίλον ζηλοῦν; Ὁ μὲν γὰρ ἀληθὴς λόγος, καὶ ἀπὸ ὑγιοῦς διανοίας προϊὼν, ἁπλοῦς ἐστι καὶ μονότροπος, τὰ αὐτὰ λέγων περὶ τῶν αὐτῶν πάντοτε· ὁ δὲ ποικίλος καὶ ἔντεχνος, πολὺ τὸ ἐπίπλοκον καὶ ἐγκατάσκευον ἔχων, μυρία κατασχηματίζεται, καὶ στρέφεται στροφὰς ἀμυθή τους, πρὸς τὸ τῶν ἐντυγχανόντων ἀρέσκον μεταμορ φούμενος. Ὅταν γὰρ ἄλλως μὲν φύσεως ἔχῃ τὰ πράγματα, ἄλλως δ' οἱ λόγοι περὶ αὐτῶν ἀναπείθω σι, στροφή τίς ἐστι, μᾶλλον δὲ διαστροφὴ, ὑπὸ τοῦ λόγου περὶ τὴν ἀλήθειαν γινομένη. Καὶ ὁ ἄλλως μὲν φαινόμενος, ἄλλως δὲ ὢν κατὰ ἀλήθειαν, στρο φαῖς κέχρηται λόγων, ἀπατῶν τοὺς συνόντας, ὥσπερ τοὺς κύνας λαγωοὶ καὶ ἀλώπεκες, ἑτέραν δεικνύον τες, καὶ ἑτέραν τρεπόμενοι. Ἡ δὲ πρὸς τοὺς φαύ λους τῶν λόγων συνήθεια, ὁδός τίς ἐστιν ἐπὶ τὰ πράγματα. ∆ιὸ δὴ πάσῃ φυλακῇ τὴν ψυχὴν τηρη τέον, μὴ διὰ τῆς τῶν λόγων ἡδονῆς παραδεξάμενοί τινα λάθωμεν τῶν χειρόνων, ὥσπερ οἱ τὰ δηλητή ρια μετὰ τοῦ μέλιτος προσιέμενοι. Ὁ μὲν γὰρ τὴν ἄχρι ῥημάτων παρὰ τοῖς ἄλλοις φιλοσοφίαν ἔργῳ βεβαιῶν, Οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσιν. Ἐπεὶ τό γε λαμπρῶς μὲν ἐπαινέσαι τὴν ἀρετὴν εἰς τὸ μέσον, καὶ μακροὺς ὑπὲρ αὐτῆς ἀποτείνειν λό γους, ἰδίᾳ δὲ τὸ ἡδὺ πρὸ τῆς σωφροσύνης, καὶ τὸ πλέον ἔχειν πρὸ τοῦ δικαίου τιμᾷν, ἐοικέναι