1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

6

φαίην ἂν ἔγωγε τοῖς ἐπὶ σκηνῆς ὑποκρινομένοις τὰ δρά ματα· οἳ ὡς βασιλεῖς πολλάκις καὶ δυνάσται εἰσέρ χονται, οὔτε βασιλεῖς ὄντες, οὔτε δυνάσται, οὐδὲ μὲν οὖν τυχὸν ἐλεύθεροι τὸ παράπαν. Εἶτα μουσικὸς μὲν οὐκ ἂν ἑκὼν δέξαιτο ἀνάρμοστον αὐτῷ τὴν λύραν εἶναι· καὶ χοροῦ κορυφαῖος, μὴ ὅτι μάλιστα συν ᾴδοντα τὸν χορὸν ἔχειν· αὐτὸς δέ τις ἕκαστος δια στασιάσει πρὸς ἑαυτὸν, καὶ οὐχὶ τοῖς λόγοις ὁμολο γοῦντα τὸν βίον παρέξεται; Οὔτε γὰρ ἵππον ταχὺν ποιεῖ ἡ τοῦ πατρὸς περὶ τὸν δρόμον εὐμοιρία, οὔτε κυνὸς ἐγκώμιον τὸ ἐκ ταχυτάτων φῦναι· ἀλλ' ὥσπερ τῶν ἄλλων ζώων ἡ ἀρετὴ ἐν ἑαυτῷ θεωρεῖται ἑκά στῳ, οὕτω καὶ ἀνδρὸς ἴδιος ἔπαινος ὁ ἐκ τῶν ὑπαρ χόντων αὐτῷ κατορθωμάτων μαρτυρούμενος. Ἀρε τῆς ἄσκησις, τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον δὲ θέαμα τοῖς ἐντυγχάνουσιν. Οἱ γὰρ τὴν ἀρετὴν μετιόντες, ἄστροις ἐοίκασιν, ἐν νυκτερινῇ συννε φείᾳ, ἄλλοις κατ' ἄλλα μέρη τοῦ οὐρανοῦ δια 32.1132 λάμπουσιν· ὧν χαρίεσσα μὲν ἡ λαμπρότης, χαριέ στερον δὲ δήπου τὸ ἀπροσδόκητον. Τοιοῦτοι δὴ καὶ οὗτοι, ὀλίγοι παντελῶς καὶ εὐαρίθμητοι, ἐν τῇ σκυ θρωπῇ ταύτῃ καταστάσει τοῦ βίου οἷον ἐν σκοτο μήνῃ διαφαινόμενοι, πρὸς τῷ ἐκ τῆς ἀρετῆς χαρίεντι, ἔτι καὶ τῷ σπανίῳ τῆς εὑρέσεως, τὸ περιπόθητον ἔχοντες. Αἰσχρὸν δὲ, ἀλλοτρίοις κόσμοις κοσμεῖσθαι τὸν τῇ οἰκείᾳ ἀρετῇ διαφαίνοντα. Καὶ μή μοι λέγε παρὰ Θεοῦ τὸ κακὸν τὴν γέ νεσιν ἔχειν· οὐ γὰρ εὐσεβὲς τοῦτο, διὰ τὸ μηδὲν τῶν ἐναντίων παρὰ τοῦ ἐναντίου γίνεσθαι. Οὔτε γὰρ ἡ ζωὴ θάνατον γεννᾷ, οὔτε τὸ σκότος φωτός ἐστιν ἀρχὴ, οὔτε ἡ νόσος ὑγείας δημιουργός· ἀλλ' ἐν μὲν ταῖς μεταβολαῖς τῶν διαθέσεων, ἐκ τῶν ἐναντίων πρὸς τὰ ἐναντία αἱ μεταστάσεις· ἐν δὲ ταῖς γενέ σεσιν, οὐκ ἐκ τῶν ἐναντίων, ἀλλ' ἐκ τῶν ὁμογενῶν ἕκαστον τῶν γινομένων προέρχεται. Τὸ τοίνυν κα κόν ἐστιν οὐχὶ οὐσία ζῶσα καὶ ἔμψυχος, ἀλλὰ διά θεσις ἐν ψυχῇ ἐναντίως ἔχουσα πρὸς ἀρετὴν, διὰ τὴν ἀπὸ τοῦ καλοῦ ἀπόπτωσιν τοῖς ῥᾳθύμοις ἐγγινομένη. Μὴ τοίνυν ἔξωθεν τὸ κακὸν περισκόπει, μηδὲ ἀρχέγονόν τινα φύσιν πονηρίας φαντάζου· ἀλλὰ τῆς ἐν ἑαυτῷ κακίας ἕκαστος ἑαυτὸν ἀρχηγὸν γνωριζέτω. Οὐ γὰρ ἂν, εἴπερ ἀκούσιον ἦν, καὶ μὴ ἐφ' ἡμῖν, τοσοῦτος μὲν ἐκ τῶν νόμων ὁ φόβος τοῖς ἀδικοῦσιν ἐπήρτητο, οὕτω δὲ ἀπαραίτητοι τῶν δι καστηρίων αἱ κολάσεις, τὸ πρὸς ἀξίαν τοῖς κακούρ γοις ἀντιμετροῦσαι. Εἰ γὰρ τῶν κατὰ κακίαν καὶ ἀρετὴν ἐνεργημάτων οὐκ ἐκ τοῦ ἐφ' ἡμῖν εἰσιν ἀρ χαὶ, ἀλλ' ἐκ τῆς φύσεως αἱ ἀνάγκαι, περιττοὶ μὲν οἱ νομοθέται τὰ πρακτέα ἡμῖν καὶ τὰ φευκτὰ διορί ζοντες, περιττοὶ δὲ καὶ οἱ δικασταὶ ἀρετὴν τιμῶν τες, καὶ πονηρίαν κολάζοντες. Οὐ γὰρ τοῦ κλέπτου τὸ ἀδίκημα, οὐδὲ τοῦ φονέως, ᾧ γε οὐδὲ βουλομένῳ δυνατὸν ἦν κρατεῖν τῆς χειρὸς, διὰ τὸ ἀναπόδραστον τῆς ἐπὶ τὰς πράξεις κατεπειγούσης ἀνάγκης. Μα ταιότατοι δὲ πάντως καὶ οἱ περὶ τὰς τέχνας πο νούμενοι· ἀλλ' εὐθηνήσει μὲν ὁ γεωργὸς, μήτε σπέρ μα καταβαλὼν, μήτε δρεπάνην θηξάμενος· ὑπερ πλουτήσει δὲ ὁ ἔμπορος, κἂν βούληται, κἂν μὴ, τῆς εἱμαρμένης αὐτῷ συναθροιζούσης τὰ χρήματα. Αἱ δὲ μεγάλαι τῶν Χριστιανῶν ἐλπίδες φροῦδοι ἡμῖν οἰχήσονται, οὔτε δικαιοσύνης τιμωμένης, οὔτε κα τακρινομένης τῆς ἁμαρτίας, διὰ τὸ μηδὲν κατὰ προ αίρεσιν ὑπὸ τῶν ἀνθρώπων ἐπιτελεῖσθαι. Ὅπου γὰρ ἀνάγκη καὶ εἱμαρμένη κρατεῖ, οὐδεμίαν ἔχει χώραν τὸ πρὸς ἀξίαν, ὃ τῆς δικαιοκρισίας ὑπάρχει ἐξαίρετον. Καὶ γὰρ περὶ τῶν συκῶν φασιν, ὡς οἱ μὲν τὰς ἀγρίας συκᾶς παραφυτεύουσι ταῖς ἡμέραις· οἱ δὲ τοὺς ὀλύνθους ἐκδήσαντες, τῶν εὐκάρπων καὶ ἡμέρων συκῶν τὴν ἀτονίαν ἰῶνται, ῥέοντα ἤδη καὶ σκεδαννύμενον τὸν καρπὸν τοῖς ὀλύνθοις ἐπέχοντες. Τί δέ σοι τὸ παρὰ τῆς φύσεως αἴνιγμα; ὅτι χρὴ 32.1133 πολλάκις ἡμᾶς καὶ παρὰ τῶν ἀλλοτρίων τῆς πί στεως εὐτονίαν τινὰ προσλαμβάνειν εἰς τὴν τῶν ἀγαθῶν ἔργων ἐπίδειξιν. Ἐὰν γὰρ ἴδῃς τὸν ἐν βίῳ ἐθνικῷ, ἢ ἀπό τινος αἱρέσεως ἐνδιαστρόφου τῆς Ἐκ κλησίας ἀπεσχισμένον, βίου σώφρονος καὶ τῆς λοι πῆς κατὰ τὸ ἦθος εὐταξίας ἐπιμελούμενον, πλέον σεαυτοῦ τὸ σπουδαῖον ἐπίτεινον, ἵνα γένῃ