1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

7

παραπλή σιος τῇ καρποφόρῳ συκῇ, ἐκ τῆς τῶν ἀγρίων παρ ουσίας ἀθροιζούσῃ τὴν δύναμιν, καὶ τὴν μὲν ῥύσιν ἐπεχούσῃ, ἐπιμελέστερον δὲ τὸν καρπὸν ἐκτρεφού σῃ. Τινὰ δὲ τῶν φυτῶν καὶ τὴν ἐκ φύσεως κακίαν ἐπιμελείαις γεωργῶν θεραπευόμενα ἔγνωμεν· οἷον τὰς ὀξείας ῥοὰς καὶ τῶν ἀμυγδάλων τὰς πικροτέρας, ὅταν διατρηθεῖσαι τὸ πρὸς τῇ ῥίζῃ στέλεχος, σφῆνα πεύκης λιπαρὸν τῆς ἐντεριώνης μέσον διελαθέντα δέξωνται, εἰς εὐχρηστίαν μεταβάλλουσι τότε τοῦ χυμοῦ τὴν δυσχέρειαν. Μηδεὶς οὖν ἐν κακίᾳ διάγων ἑαυτοῦ ἀπογνώτω. Εἰ γὰρ γεωργὸς τῶν φυτῶν τὰς ποιότητας μεταβάλλει, πολλῷ μᾶλλον ἡ κατ' ἀρετὴν τῆς ψυχῆς ἐπιμέλεια δύναται παντοδαπῶν ἀῤῥωστη μάτων ἐπικρατῆσαι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{1ΠΕΡΙ ∆Ι∆ΑΧΗΣ ΚΑΙ ΝΟΥΘΕΣΙΑΣ.}1

{1ΛΟΓΟΣ Βʹ.} 1 Εἰ ἐπὶ τοσαύταις παραινέσεσιν, ἃς ἔν τε τῷ προλαβόντι χρόνῳ

παρακαλοῦντες ὑμᾶς οὐ διελίπο μεν, καὶ ἐφεξῆς τῶν ἑπτὰ τῆς νηστείας ἑβδομάδων νυκτὸς καὶ ἡμέρας διαμαρτυρόμενοι ὑμῖν τὸ Εὐαγγέ λιον τῆς χάριτος τοῦ Θεοῦ οὐκ ἐπαυσάμεθα, οὐδὲν γέγονεν ὄφελος, ἐπὶ ποίαις ἐλπίσι διαλεχθῶμεν σή μερον; Ἐπεὶ καὶ γεωργὸς, τῶν πρώτων αὐτῷ σπερ μάτων μὴ ἐκφυέντων, ὀκνηρότερός ἐστι πρὸς τὸ δεύτερον ταῖς αὐταῖς ἀρούραις πάλιν ἐγκαταβαλεῖν. Ὥστε κἂν ἐσιώπησα, εὖ ἴστε, εἰ μὴ ἐφοβούμην τὸ ὑπόδειγμα Ἱερεμίου· ὃς πρὸς ἀπειθῆ λαὸν φθέγγε σθαι μὴ βουλόμενος, ἔπαθεν ἐκεῖνα ἅπερ αὐτὸς δι ηγήσατο, ὅτι ἐγένετο αὐτῷ πῦρ ἐν τοῖς ἐγκάτοις, καὶ παρεῖτο πάντοθεν, καὶ οὐκ ἠδύνατο φέρειν. Ἐπεὶ γὰρ φύσει ἀρετὴ λόγου, μήτε ἀσαφείᾳ κρύπτειν τὰ σημαινόμενα, μήτε περιττὸν εἶναι καὶ μάταιον, εἰκῆ τοῖς πράγμασι περιῤῥέοντα· οὐ καλὸν περὶ πολλῶν εἰσάπαξ διαλεχθῆναι, μή ποτε τῇ ἀμετρίᾳ τοῦ λόγου ἄχρηστα φανῇ τὰ φιλοπόνως συνειλε γμένα. Ἀτονοῦσα γὰρ ἡ διάνοια πάντων ὁμοῦ περι δράξασθαι, ὅμοιον πάσχει γαστρὶ, διὰ τὴν ὑπερ βολὴν τοῦ κόρου, εἰς πέψιν ἀγαγεῖν τὰ παραπεμ φθέντα μὴ δυναμένῃ. Βίαιον μὲν γὰρ μάθημα οὐ πέφυκε παραμένειν, τὸ δὲ μετὰ τέρψεως καὶ χάρι τος εἰσδυόμενον μονιμώτερόν πως ταῖς ψυχαῖς ἐνιζά 32.1136 νει. ∆ιὰ τοῦτο καὶ τὸ ἐκ τῆς μελῳδίας τερπνὸν τοῖς δόγμασιν ἐγκατέμιξεν, ἵνα τῷ προσηνεῖ καὶ λείῳ τῆς ἀκοῆς τὸ ἐκ τῶν λόγων ὠφέλιμον λανθα νόντως ὑποδεχώμεθα, κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν, οἳ τῶν φαρμάκων τὰ αὐστηρότερα πίνειν διδόντες τοῖς κακοσίτοις, μέλιτι πολλάκις τὴν κύλικα περι χρίουσι. ∆ιὰ τοῦτο καὶ τὰ ἐναρμόνια μέλη τῶν ψαλ μῶν ἡμῖν ἐπινενόηται, ἵνα ὡς οἱ παῖδες τὴν ἡλι κίαν, ἢ καὶ ὅλως οἱ νεαροὶ τὸ ἦθος, τῷ μὲν δοκεῖν μελῳδῶσι, τῇ δὲ ἀληθείᾳ τὰς ψυχὰς ἐκπαιδεύωνται. Καὶ γὰρ οἱ πωλοδάμναι τοὺς δυσηνίους τῶν πώλων οὐκ εὐθὺς κατάγχουσι τοῖς χαλινοῖς, οὐδὲ ἀνακρού ουσιν· ἀναχαιτίζειν γὰρ οὕτω καὶ ἀποσείεσθαι τοὺς ἐπιβάτας διδάσκουσιν· ἀλλὰ συνενδιδόντες τὴν πρώ την καὶ συνεξορμῶντες αὐτοῖς, ἐπειδὰν ἴδωσιν ὑπὸ τῆς οἰκείας ὁρμῆς καὶ βίας τὸν θυμὸν ἀναλώσαντας, τότε παραλαβόντες δεδαμασμένους, εὐπειθεστέρους ποιοῦσι διὰ τῆς τέχνης. Τοῖς γοῦν ἐπιμελῶς ἐξ ἑκά στου τὴν ὠφέλειαν ἀθροίζουσιν, ὥσπερ τοῖς μεγάλοις τῶν ποταμῶν, πολλαὶ γίνεσθαι πολλαχόθεν προσθῆ και πεφύκασι. Τὸ γὰρ καὶ σμικρὸν ἐπὶ σμικρῷ κατατίθεσθαι, οὐ μᾶλλον εἰς ἀργυρίου προσθήκην ἢ καὶ εἰς ἡντιναοῦν ἐπιστήμην, ὀρθῶς ἡγεῖσθαι ἔχειν τῷ πεπυκνωμένῳ προσῆκε. Τὸ γὰρ πόνῳ κτηθὲν, περιχαρῶς ὑπεδέχθη, καὶ φιλοπόνως διεφυλάχθη· ὧν μέντοι πρόχειρος ὁ πορισμὸς, τούτων ἡ κτῆσις εὐκαταφρόνητος. Ὥσπερ οὖν, οὐχὶ βασκαίνων ἡμῖν τῶν πρὸς τὸ ζῇν ἀφορμῶν, παραπλησίως τοῖς ἀλόγοις συναπογεννηθῆναι πάντα ὁ ∆ημιουργὸς ἡμῶν οὐ