1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

8

συνεχώρησεν, ἀλλὰ τὴν ἔν δειαν τῶν ἀναγκαίων γυμνάσιον ἡμῖν τῆς διανοίας ἐμηχανήσατο· οὕτω καὶ τὴν ἐν ταῖς Γραφαῖς ἀσά φειαν ἐπ' ὠφελείᾳ τοῦ νοῦ, διεγείρων αὐτοῦ τὴν ἐνέργειαν, ἐπετήδευσε· πρῶτον μὲν ἵνα τούτοις ἐνασχολούμενος τῶν χειρόνων ἀφέλκηται· ἔπειτα ὅτι τὰ πόνῳ κτηθέντα μᾶλλον προσαγαπᾶται, καὶ τὰ διὰ μακροῦ χρόνου προσγενόμενα μονιμώτερον πα ραμένει· ὧν δὲ ῥᾳδία ἡ κτῆσις, οὐ περισπούδαστος ἡ ἀπόλαυσις. Εὐκαταφρόνητος γὰρ ἡ τῶν προχεί ρων παρουσία, καὶ οὐδεμιᾶς φυλακῆς ἀξιουμένη τοῖς ἔχουσιν. Αἰσχρὸν δὲ, τῶν μὲν σιτίων τὰ βλαβερὰ διωθεῖσθαι· τῶν δὲ μαθημάτων, ἃ τὴν ψυχὴν ἡμῶν τρέφει, μηδένα λόγον ἔχειν· ἀλλ' ὥσπερ χειμάῤ ῥουν κατασύροντας ἅπαν τὸ προστυγχάνον, ἐμ βάλλεσθαι. Ὡς γὰρ τοῦ μέλιτος ἡ φύσις οὐ τοσοῦτον τῷ λόγῳ δύναται παραστῆναι τοῖς ἀπείροις, ὅσον ἀπ' αὐτῆς τῆς κατὰ τὴν γεῦσιν αἰσθήσεως· οὕτως οὐδὲ ἡ χρηστότης τοῦ οὐρανίου λόγου ἐναργῶς παρα δοθῆναι διδασκαλίαις δύναται, ἐὰν μὴ τὰ τῆς ἀλη θείας δόγματα ἐπιπλέον βασανίσαντες, δυνηθῶμεν τῇ οἰκείᾳ πείρᾳ καταλαβεῖν τὴν τοῦ Κυρίου χρηστό τητα. 32.1137 Τοῦ γὰρ φιλανθρώπου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος· ∆εῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· οὐκ ἀκίνδυνον ἀπωθεῖσθαι τοὺς τῷ Κυρίῳ δι' ἡμῶν προσιόντας, καὶ ὑπελθεῖν αὐτοῦ τὸν χρηστὸν ζυγὸν βουλομένους. Προσήκει δὲ τὸν παρελθόντα βίον τῶν προσιόντων καταμανθάνειν, καὶ οἷς μὲν ἤδη τι κατώρθωται, τὰ τελειότερα τῶν διδαγμάτων παραδιδόναι· τοὺς δὲ ἐκ βίου πονηροῦ πρὸς τὸν ἀκριβῆ βίον τῆς θεογνωσίας ὁρμήσαντας ἀνακρίνειν χρὴ, ὁποῖοι τὸ ἦθός εἰσι, μὴ ἄστατοι, καὶ πρὸς τὰς κρίσεις εὐκίνητοι. Ὕποπτον γὰρ τῶν τοιούτων τὸ εὐμετάθετον· οἳ πρὸς τῷ μηδὲν ἑαυτοὺς ὠφελῆσαι, ἔτι καὶ ἑτέροις αἴτιοι βλάβης γίνονται. Ἐπεὶ δὲ πάντα ἐπιμελείᾳ κατορθοῦται, καὶ φόβος Θεοῦ παν τοίων ἐλαττωμάτων ψυχῆς περιγίνεται, οὐδὲ τούτων ἀπογνωστέον εὐθὺς, ἀλλὰ ἄγειν αὐτοὺς εἰς τὰ προσ ήκοντα γυμνάσια δεῖ, χρόνῳ καὶ ἐπιπόνοις ἀγωνί σμασι πεῖραν τῆς κρίσεως αὐτῶν λαμβάνοντας· ὡς ἐάν τι βέβαιον παρ' αὐτοῖς εὕρωμεν, ἀκινδύνως αὐτοὺς προσίεσθαι· εἰ δὲ μὴ, ἕξω ὄντας ἀποπέμπε σθαι· ὥστε ἀζημίωτον τὴν πεῖραν τῇ ἀδελφότητι γίνεσθαι. Τὸν δὲ ἀπό τινος περιφανεστέρου βίου πρὸς τὴν καθ' ὁμοίωσιν τοῦ Κυρίου ταπεινοφροσύ νην ἐπειγόμενον, ὁρίζειν χρή τινα τῶν ἐπονει δίστων εἶναι δοκούντων παρὰ τοῖς ἔξωθεν, καὶ ἐπι τηρεῖν εἰ μετὰ πάσης πληροφορίας ἐργάτην ἀνεπαί σχυντον τῷ Θεῷ ἑαυτὸν παρίστησιν. Ὅσοι δὲ ὑπὸ ζυγὸν ὄντες δοῦλοι, ταῖς ἀδελφότησι προσφεύγουσι, νουθετηθέντας αὐτοὺς, καὶ βελτιωθέντας ἀπο πέμπεσθαι χρὴ τοῖς δεσπόταις, καθ' ὁμοίωσιν τοῦ μακαρίου Παύλου· ὃς τὸν Ὀνήσιμον γεννήσας διὰ τοῦ Εὐαγγελίου, ἀπέπεμψε τῷ Φιλήμονι, τὸν μὲν πληροφορήσας, ὅτι ὁ ζυγὸς τῆς δουλείας εὐαρέστως τῷ Κυρίῳ κατορθούμενος, βασιλείας οὐρανῶν ἄξιον συνίστησι· τὸν δὲ παρακαλέσας, μὴ μόνον ἀνιέναι τὴν κατ' αὐτοῦ ἀπειλὴν, ἀλλὰ καὶ χρηστοτέραν ἔχειν πρὸς αὐτὸν τὴν διάθεσιν. Εἰ μέντοι κακὸς ὁ δεσπότης τύχοι, παράνομά τινα ἐπιτάσσων, καὶ πρὸς παράβασιν ἐντολῆς τοῦ ἀληθινοῦ δεσπότου καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸν δοῦλον βιαζό μενος, ἀγωνίζεσθαι χρὴ, ὅπως μὴ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημηθῇ διὰ τὸν δοῦλον ἐκεῖνον, ποιήσαντά τι, ὃ μὴ ἀρέσκῃ Θεῷ. Κατορθοῦται δὲ ἀγὼν, ἢ ἐν τῷ τὸν δοῦλον ἐκεῖνον καταρτισθῆναι πρὸς ὑπομονὴν τῶν ἐπιφερομένων αὐτῷ μαθημάτων, ὑπὲρ τοῦ πειθ αρχῆσαι Θεῷ μᾶλλον ἢ ἀνθρώπῳ· ἢ ἐν τῷ τοὺς ὑποδεχομένους ἀναδέξασθαι τοὺς ὑπὲρ αὐτοῦ ἐπαγο μένους αὐτοῖς πειρασμούς. Τοὺς ἐν συζυγίᾳ δὲ γά μου τοιούτῳ βίῳ προσερχομένους ἀνακρίνεσθαι χρὴ, εἰ ἐκ συμφωνίας τοῦτο ποιοῦσι, κατὰ τὴν διαταγὴν 32.1140 τοῦ Ἀποστόλου, καὶ οὕτως ἐπὶ πλειόνων μαρτύρων δέχεσθαι τὸν προσερχόμενον. Εἰ δὲ στασιάζοι τὸ ἕτερον μέρος καὶ διαμάχοιτο, ἔλαττον φροντίζον τῆς πρὸς Θεὸν εὐαρεστήσεως, μνημονευέσθω ὁ Ἀπόστο λος λέγων· Ἐν δὲ εἰρήνῃ