1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

9

κέκληκεν ἡμᾶς ὁ Θεός. Τὸν τοίνυν ἐξερχόμενον ἀπὸ τῶν ἰδίων, σκοπῷ τοῦ ἀκολουθῆσαι τῷ Κυρίῳ, οὐ χρὴ καταφρονητικῶς περὶ τῶν διαφερόντων αὐτῷ διακεῖσθαι· ἀλλὰ πει ρᾶσθαι πάντα μετὰ ἀκριβείας λαβόντα, ὡς τῷ Κυ ρίῳ λοιπὸν ἀφιερωμένα, μετὰ πάσης εὐλαβείας οἰ κονομεῖν, ἢ δι' ἑαυτοῦ, ἐὰν δυνατῶς καὶ ἐμπείρως ἔχῃ, ἢ διὰ τῶν μετὰ δοκιμασίας πολλῆς ἐπιλεγέν των, καὶ ἀπόδειξιν δεδωκότων τοῦ δύνασθαι πιστῶς καὶ φρονίμως οἰκονομεῖν· εἰδότα, ὅτι οὐκ ἀκίνδυνόν ἐστιν οὔτε τὸ προσαφεῖναι τοῖς οἰκείοις, οὔτε τὸ διὰ τοῦ τυχόντος οἰκονομῆσαι. Εἰ γὰρ ὁ φροντίδα βασι λικῶν κτημάτων ἐγχειρισθεὶς, κἂν μὴ νοσφίσηται πολλάκις ἐκ τῶν ἑτοίμων, ἀμελείᾳ δέ τινι κατα προδῷ τὰ προσκτηθῆναι δυνάμενα, οὐκ ἀπολύεται τοῦ ἐγκλήματος· τίνα χρὴ προσδοκᾷν ἐπὶ τῶν ἤδη κατονομασθέντων τῷ Κυρίῳ τὴν κατάκρισιν ὑπο στήσεσθαι, τὸν χαύνως καὶ ἠμελημένως διατεθέν τα πρὸς τὴν τούτων διοίκησιν; Κόσμου δὲ ἀναχώρησις, οὐχὶ ἔξω αὐτοῦ γε νέσθαι σωματικῶς, ἀλλὰ τῆς πρὸς τὸ σῶμα συμπα θείας τὴν ψυχὴν ἀποῤῥῆξαι, καὶ γενέσθαι ἄπολιν, ἄοικον, ἀνίδιον, ἀφιλέταιρον, ἀκτήμονα, ἄβιον, ἀπράγμονα, ἀσυνάλλακτον, ἀμαθῆ τῶν ἀνθρωπίνων διδαγμάτων· ἕτοιμον ὑποδέξασθαι τῇ καρδίᾳ τὰς ἐκ τῆς θείας διδασκαλίας ἐγγινομένας διατυπώσεις· Ἑτοιμασία δὲ καρδίας, ἡ ἀπομάθησις τῶν ἐκ πονη ρᾶς συνηθείας προκατασχόντων αὐτὴν διδαγμάτων. Πρῶτόν γε πάντων, σπουδάζειν προσήκει τὸν φιλό θεον ἄνδρα περὶ τὴν τοῦ λόγου χρῆσιν μὴ ἀμαθῶς ἔχειν, ἀλλ' ἐρωτᾷν μὲν ἀφιλονείκως, ἀποκρίνεσθαι δὲ ἀφιλοτίμως, μὴ διακόπτοντα τὸν προσδιαλεγόμε νον, ὅταν τι χρήσιμον λέγῃ, μηδὲ ἐπιθυμοῦντα τὸν ἑαυτοῦ λόγον ἐπιδεικτικῶς ἐμβάλλειν, μέτρα ὁρί ζοντα λόγῳ καὶ ἀκοῇ· μανθάνειν δὲ ἀνεπαισχύντως, καὶ διδάσκειν ἀνεπιφθόνως, καὶ εἴ τι παρ' ἑτέρου δεδίδακται, μὴ ἀποκρυπτόμενον, ὡς αἱ φαῦλαι τῶν γυναικῶν αἱ τὰ νόθα ὑποβαλλόμεναι· ἀλλὰ κηρύσ σειν εὐγνωμόνως τὸν πατέρα τοῦ λόγου. Τόνος δὲ φωνῆς ὁ μέσος προτιμητέος, ὡς μήτε διαφεύγειν τὴν ἀκοὴν ὑπὸ σμικρότητος, μήτε φορτικὸν εἶναι τῷ μεγέθει τῆς διατάσεως· προεξετάσαντα ἐν ἑαυ τῷ τὸ ῥηθησόμενον, οὕτω δημοσιεύειν τὸν λόγον. Εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, γλυκὺν ἐν ταῖς ὁμιλίαις· οὐ διὰ τῆς εὐτραπελίας τὸ ἡδὺ θηρώμενον, ἀλλὰ διὰ τῆς εὐμενοῦς παρακλήσεως τὸ προσηνὲς ἔχοντα· πανταχοῦ τὸ τραχὺ, κἂν ἐπιτιμῆσαι δέῃ, ἀπωθούμενον. Προκαταβαλὼν γὰρ ἑαυτὸν διὰ ταπει νοφροσύνης, οὕτως εὐπαράδεκτος ἔσται τῷ δεομένῳ 32.1141 τῆς θεραπείας. Πολλάκις δὲ χρήσιμος ἡμῖν καὶ ὁ τοῦ προφήτου τρόπος τῆς ἐπιπλήξεως· ὃς τῷ ∆αβὶδ ἁμαρτόντι, οὐ παρ' ἑαυτοῦ ἐπήγαγε τὸν ὅρον τῆς καταδίκης, ἀλλ' ὑποβολῇ προσώπου χρησάμενος, αὐτὸν ἐκεῖνον τοῦ ἰδίου δικαστὴν ἐκάθισεν ἁμαρτή ματος· ὥστε αὐτὸν καθ' ἑαυτοῦ προεξενεγκόντα τὴν κρίσιν, μηδὲν ἐπιμέμψασθαι τὸν ἐλέγξαντα. Ὁλκὸς μὲν γὰρ ὕδατος δείκνυσι τὴν οἰκείαν πηγὴν, λόγου δὲ φύσις τὴν προενεγκοῦσαν αὐτὸν καρδίαν χαρακτηρίζει. Καὶ ὥσπερ ἐπὶ τῶν ἰατρικῶν παραγγελμάτων, ὅταν εὐστόχως καὶ κατὰ λόγον γίνηται, μετὰ τὴν πεῖραν μάλιστα τὸ ἀπ' αὐτῶν ὠφέλιμον δείκνυται· οὕτω καὶ ἐπὶ τῶν πνευματικῶν παραινέσεων, ἐπει δὰν μάλιστα τὴν ἔκβασιν λάβῃ μαρτυροῦσαν τὰ παραγγέλματα, τότε τὸ σοφὸν αὐτῶν καὶ ὠφέλιμον πρὸς τὴν ἐπανόρθωσιν τοῦ βίου καὶ τὴν τῶν πειθο μένων τελείωσιν ἀναφαίνεται. Ὁ γὰρ τὸν κείμενον ἀνιστῶν, ὑψηλότερος εἶναι τοῦ πεπτωκότος πάντως ὀφείλει· ὁ δὲ ἐξ ἴσου καταπεσὼν, ἑτέρου καὶ αὐτὸς τοῦ ἀναστήσοντος ἐπιδέεται. Οἱ δὲ τυφλοῖς διδασκά λοις τὴν ὁδηγίαν ἑαυτῶν ἐπιτρέψαντες, ἐστέρησαν ἑαυτοὺς τῆς τοῦ φωτὸς ἀπολαύσεως. Τὸ γὰρ μετὰ θυμοῦ καὶ ὀργῆς ἐλέγχειν τὸν ἁμαρτήσαντα ἀδελ φὸν, οὐχὶ ἐκεῖνόν ἐστιν ἁμαρτίας ἐλευθερῶσαι, ἀλλ' ἑαυτὸν περιβαλεῖν πλημμελήμασιν. Ἐν γὰρ πραό τητι δεῖ παιδεύειν τοὺς ἀντιδιατιθεμένους, καὶ μὴ ἐν οἷς μὲν αὐτὸς παροφθῇ, σφοδρὸν εἶναι· ἐν οἷς δὲ ἂν ἄλλον καταφρονούμενον ἴδῃ, τὴν πρὸς τὸν