1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

11

ὑπεύθυνός ἐστιν ὁδηγεῖν εἰς πάντα τὴν ἀδελφότητα, οὕτω πάλιν καὶ τοῖς λοιποῖς ἐπι βάλλει, ἐάν ποτε ὑποπτευθῇ τι περὶ τὸν προεστῶτα πλημμέλημα, ὑπομιμνήσκειν αὐτὸν τοὺς προέχον τας τήν τε ἡλικίαν καὶ τὴν σύνεσιν. Ἐὰν μὲν οὖν ᾖ τι ἄξιον διορθώσεως, τόν τε ἀδελφὸν ὠφελήσαμεν, καὶ ἑαυτοὺς δι' ἐκείνου, τὸν οἱονεὶ κανόνα τοῦ ἡμε τέρου βίου ὄντα, καὶ τῇ αὐτοῦ ὀρθότητι τὸ ἐνδιά στροφον ἡμῖν διελέγχειν ὀφείλοντα, πρὸς τὸ εὐθὺ καταρτίσαντες· ἐὰν δὲ μάτην τινὲς ταραχθῶσι, πλη ροφορηθέντες διὰ τῆς φανερώσεως τῶν οὐ μετὰ ἀληθείας ὑποπτευθέντων, τῆς ἐπ' αὐτῷ διακρίσεως ἀπαλλάσσονται. Οὐ γὰρ ἀγνοεῖτε, ὡς οἱ προεστῶτες δημοσίᾳ πᾶσι προκείμενοι, ὥσπερ οἱ ἐν τῇ θαλάσσῃ προβε βλημένοι σκόπελοι, αὐτοὶ τὸν θυμὸν τῶν ἐναντίων κυμάτων ὑποδέχονται, καὶ περὶ αὐτοὺς ῥηγνύμενα, τὰ κατόπιν αὐτῶν οὐκ ἐπικλύζουσιν. Ἐγὼ μὲν οὖν ἃ κράτιστα εἶναι κρίνω, τὰ μὲν νῦν εἰρημένα, τὰ δὲ παρὰ πάντα τὸν βίον ὑμῖν ξυμβουλεύσω. Κἂν γὰρ ἡ τοῦ σώματος ἀσθένεια ἐμποδίζῃ με (ἣν οὐκ ἀγνοεῖτε πάντως, ὅση μοι πάρεστιν, ἐκ τῆς πρώτης ἡλι κίας μέχρι τοῦ γήρως τούτου συντραφεῖσά μοι, καὶ παιδεύουσά με, κατὰ τὴν δικαίαν κρίσιν τοῦ πάντα ἐν σοφίᾳ οἰκονομοῦντος Θεοῦ), ἀλλ' ἕως ἀναπνέομεν, ὑπεύθυνοί ἐσμεν μηδὲν ἐλλιμπάνειν τῶν εἰς οἰκοδο μὴν τῶν καλῶν. Ὑμεῖς δὲ, τριῶν ἀῤῥωστημάτων μὴ τῷ ἀνιάτῳ προσεοικέναι δόξητε, μηδὲ τὴν τῆς γνώμης νόσον παραπλησίαν τῆς τῶν εἰς τὰ σώματα δυστυχησάντων δείξητε. Οἱ μὲν γὰρ τὰ μικρὰ τῶν παθῶν κάμνοντες, αὐτοὶ παρὰ τοὺς ἰατροὺς ἔρχον ται· οἱ δὲ ὑπὸ μειζόνων καταληφθέντες ἀῤῥωστη μάτων, ἐφ' ἑαυτοὺς καλοῦσι τοὺς θεραπεύσοντας· οἱ δ' εἰς ἀνήκεστον παντελῶς μελαγχολίαν παρενεχθέν τες, οὐδὲ προσιόντας προσίενται. Ὃ μὴ πάθητε νῦν ὑμεῖς, ὀρθῶς ἔχοντας τῶν λογισμῶν ἀποφεύγον τες· ἀλλὰ καὶ παιδεύθητε, καὶ στοιχειώθητε τῷ φό βῳ Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχητε, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

32.1148 {1ΠΕΡΙ ΑΓΑΠΗΣ ΤΗΣ ΠΡΟΣ ΘΕΟΝ ΚΑΙ ΤΟΝ ΠΛΗΣΙΟΝ.}

1 {1ΛΟΓΟΣ Γʹ.}1 Τοὺς τῶν βιωτικῶν ἑαυτοὺς ἀποξενοῦντας με ριμνῶν, πάσῃ φυλακῇ τηρεῖν

προσήκει τὴν ἑαυτῶν καρδίαν, ὡς μή ποτε τὴν περὶ Θεοῦ ἔννοιαν ἐκβάλ λειν, ἢ τὴν μνήμην τῶν θαυμασίων αὐτοῦ φαντα σίαις τῶν ματαίων καταῤῥυπαίνειν· ἀλλὰ διὰ τῆς διηνεκοῦς καὶ καθαρᾶς μνήμης ἐντετυπωμένην ταῖς ψυχαῖς ἡμῶν, ὥσπερ σφραγῖδα ἀνεξάλειπτον, τὴν ὁσίαν τοῦ Θεοῦ ἔννοιαν περιφέρειν. Οὕτως γὰρ προσγίνεται ἡμῖν ἡ πρὸς Θεὸν ἀγάπη, ἅμα τε δι εγείρουσα τὴν ἐργασίαν τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ ὑπ' αὐτῶν πάλιν αὕτη συντηρουμένη πρὸς τὸ διαρκὲς καὶ ἀδιάπτωτον. Ὁ δὲ σφόδρα τῇ ἐπιθυμίᾳ τοῦ ἀκολουθεῖν τῷ Χριστῷ κατεχόμενος, πρὸς οὐδὲν ἔτι τῆς ζωῆς ταύτης ἐπιστραφῆναι δύναται, οὐ πρὸς γονέων ἢ οἰκείων φίλτρον ὅταν ἐναντιούμενον ᾖ τοῖς τοῦ Κυρίου προστάγμασι. Τότε γὰρ καιρὸν ἔχει καὶ τὸ, Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρα, καὶ τὰ λοιπά· καθὰ καὶ οἱ ἅγιοι μαθηταὶ τοῦ Κυρίου ὑπέδειξαν ἡμῖν, Ἰάκωβος μὲν καὶ Ἰωάννης, καταλιπόντες τὸν πατέρα αὐτῶν Ζεβεδδαῖον, καὶ αὐτὸ τὸ πλοῖον, τὴν πᾶσαν ἀφορμὴν τοῦ βίου· Ματθαῖος δὲ ἀπ' αὐτοῦ τοῦ τελωνίου ἀναστὰς, καὶ ἀκολουθήσας τῷ Κυρίῳ, οὐ τὰ κέρδη μόνον τὰ ἐν τῷ τελωνίῳ καταλιπὼν, ἀλλὰ καὶ τῶν κινδύνων ὑπεριδὼν, οἳ ἐπακολουθεῖν ἔμελ λον αὐτῷ τε καὶ τοῖς οἰκείοις παρὰ τῆς ἐξουσίας, ἀτελεῖς τοὺς λόγους τοῦ τελωνίου καταλιμπάνοντι· Παύλῳ δὲ καὶ ὁ σύμπας κόσμος ἐσταύρωτο, καὶ αὐτὸς τῷ κόσμῳ. Ὅταν γὰρ τῆς εὐσεβείας ἔρως τὴν