1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

13

ὑμῶν οὐκ ἔχομεν. Αἵ τε γὰρ χεῖρες ἀλλήλων δέονται, καὶ οἱ πόδες ἀλλήλους στηρίζουσι, καὶ οἱ ὀφθαλμοὶ ἐν τῇ συμφωνίᾳ τὸ ἐναργὲς τῆς καταλήψεως ἔχουσι. Μὴ γὰρ ἐκεῖνος ὑμᾶς ὁ λογισμὸς κατεχέτω, ὅτι Ἡμεῖς ἔξω τοῦ πάθους ἐσμὲν τῶν πολλῶν, καὶ τίς ἡμῖν χρεία τῆς πρὸς αὐτοὺς κοινωνίας; Ὁ γὰρ Κύ ριος ἡμῶν τὰς μὲν νήσους τῆς ἠπείρου διὰ θαλάσ σης διέστησε, τοὺς δὲ νησιώτας τοῖς ἠπειρώταις διὰ τῆς ἀγάπης συνέδησε. Καὶ τούτῳ μάλιστα φίλος κό λακος διενήνοχε, τῷ τὸν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὸν δὲ μηδὲ τῶν λυπούντων ἀπέχεσθαι. Οἶδας δὲ τί ποιήσεις τῷ πλησίον; ὃ σεαυτῷ βούλει παρ' ἑτέρου γενέσθαι. Οἶδας ὅ τί ποτέ ἐστι τὸ κακόν; ὃ οὐκ ἂν αὐτὸς παθεῖν ἕλοιο παρ' ἑτέρου. Ἐγὼ γὰρ ἀκούσας παρὰ τοῦ Θεοῦ, ὅτι Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· καὶ ὅτι ἐξιτήριον δῶρον τοῖς ἑαυτοῦ μαθηταῖς, μέλ λων συμπληροῦν τὴν ἐν σαρκὶ οἰκονομίαν, τὴν ἑαυ τοῦ εἰρήνην κατέλιπεν εἰπών· Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ δύναμαι εἰπεῖν, ὅτι ἄνευ τῆς ἐν ἀλλήλοις ἀγάπης καὶ ἄνευ τοῦ, τὸ εἰς ἐμὲ ἧκον, εἰρηνεύειν πρὸς πάντας, δύνα μαι ἄξιος κληθῆναι δοῦλος Ἰησοῦ Χριστοῦ. Οὕτω τοίνυν προσήκει κοινὴν καὶ ἴσην πᾶσι πρὸς ἀλλήλους τὴν ἀγάπην εἶναι, ὡς φυσικῶς πρὸς τὰ καθ' ἕκαστον ἑαυτοῦ μέλη ὁ ἄνθρωπος ἔχει, ἐπ ίσης θέλων παντὶ τῷ σώματι τὴν ὑγίειαν, διότι καὶ ὁ πόνος ἑκάστου μέλους ἴσην παρέχει τῷ σώματι τὴν ἀηδίαν. Ὁ γὰρ ἐν συνοδίᾳ τὸν ἕνα ὑπὲρ τοὺς ἄλλους ἀγαπῶν, κατηγορεῖ ἑαυτοῦ μὴ ἔχων τὴν τελείαν ἀγάπην. Ὁμοίως οὖν ἀπόβλητός ἐστιν ἀπὸ συνοδίας ἥ τε ἀπρεπὴς μάχη, καὶ ἡ μερικὴ διάθεσις. Ἀπὸ μὲν γὰρ τῆς μάχης ἔχθρα γίνεται, ἀπὸ δὲ τῆς με ρικῆς φιλίας καὶ ἑταιρείας ὑποψίαι καὶ φθόνοι γί νονται· πανταχοῦ γὰρ ἡ τοῦ ἴσου στέρησις ἀρχὴ καὶ ὑπόθεσις φθόνου καὶ δυσμενείας τοῖς ἐλαττου μένοις γίνεται. Ὥσπερ οὖν ὁ ἀγαθὸς Θεὸς κοινὴν δίδωσι πᾶσι τὴν τοῦ φωτὸς μετουσίαν, ἀνατέλλων τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους, οὕτως καὶ οἱ μιμηταὶ τοῦ Θεοῦ κοινήν τε καὶ ὁμότιμον τὴν τῆς ἀγάπης ἀκτῖνα ἐπὶ πάντας φερέτωσαν. Ὅπου γὰρ ἐλλείπει ἡ ἀγάπη, ἐκεῖ πάντως ἀντεισέρχεται τὸ μῖσος. Εἰ δὲ, καθώς φησιν Ἰωάννης, Ὁ Θεὸς ἀγάπη ἐστὶν, ἀνάγκη πᾶσα τὸ μῖσος εἶναι τὸν διάβολον. Ὥσπερ οὖν ὁ τὴν ἀγάπην ἔχων, τὸν Θεὸν ἔχει· οὕ 32.1153 τως ὁ τὸ μῖσος ἔχων, τὸν διάβολον ἐν ἑαυτῷ τρέφει. ∆ιὰ τοῦτο προσήκει τὴν μὲν ἀγάπην ἴσην καὶ ὁμοίαν παρὰ πάντων τοῖς πᾶσιν εἶναι, τὴν δὲ τιμὴν κατὰ τὸ πρέπον ἑκάστῳ γίνεσθαι. Καὶ ὥσπερ ἐν ἡμῖν αὐτοῖς, ὁ μὲν πόνος ἑκάστου τῶν ἀῤῥωστούντων με λῶν ἴσως ἅπτεται τοῦ παντὸς σώματος, ἔστι δὲ ὅμως ἕτερα ἑτέρων τιμιώτερα μέλη (οὐ γὰρ ὁμοίως περὶ τὸν ὀφθαλμὸν καὶ περὶ τὸν τοῦ ποδὸς δάκτυλον ἔχομεν, κἂν ὁ πόνος τὸ ἴσον ἔχῃ)· οὕτως τὴν μὲν συμπαθῆ διάθεσιν, καὶ τὴν ἀγαπητικὴν σχέσιν ἴσην ἐπὶ πάντων τῶν ἐν τῇ συνοδίᾳ ζώντων εἶναι παρ' ἑκάστου προσήκει· ἡ δὲ τιμὴ, κατὰ τὸ εὔλογον ἐπὶ τῶν χρησιμωτέρων τὸ πλέον ἕξει. Ἐπὶ γὰρ τῶν πνευματικῶν ἀλλήλοις συναρμοζομένων, οὐδὲ ἡ σωματικὴ συγγένεια πλέον τι κατὰ τὴν ἀγάπην ἕξει· οὐδὲ εἴ τις ἀδελφός τινος κατὰ σάρκα εἴη, ἢ υἱὸς, ἢ θυγάτηρ, ἐν πλείονι διαθέσει πρὸς τὸν τῷ γένει προσήκοντα παρὰ τοὺς ἄλλους γενήσεται ἡ κοινωνία τοῦ αἵματος. Ὁ γὰρ ἐν τούτοις τῇ φύσει ἀκολουθῶν, κατηγορεῖ ἑαυτοῦ, ὅτι οὔπω τελείως ἀπέστη τῆς φύσεως, ἀλλ' ἔτι ὑπὸ σαρκὸς διοικεῖται. Τῷ δὲ Θεῷ ἡμῶν δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{1ΠΕΡΙ ΕΛΕΗΜΟΣΥΝΗΣ.}1

{1ΛΟΓΟΣ ∆ʹ.}1 Εἰ θαυμάζεις τὰ χρήματα, ἄνθρωπε, διὰ τὴν ἀπ' αὐτῶν τιμὴν, σκόπει πόσον

ἐστὶ πρὸς δόξαν λυσιτελέστερον, μυρίων παίδων πατέρα προσαγο ρεύεσθαι, ἢ