1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

14

μυρίους στατῆρας ἔχειν ἐν βαλαντίῳ. Τὰ μὲν γὰρ χρήματα καταλείψεις ἐνταῦθα, καὶ μὴ βουλόμενος· τὴν δὲ ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις φιλοτι μίαν ἀποκομίσεις πρὸς τὸν ∆εσπότην, ὅταν δῆμος ὅλος ἐπὶ τοῦ κοινοῦ Κριτοῦ περιστάντες, τροφέα καὶ εὐεργέτην καὶ πάντα τὰ τῆς φιλανθρωπίας ἀπο καλῶσιν ὀνόματα. Καὶ ἐν μὲν πανηγύρει οὐδεὶς λυπεῖται προέμενος τὰ παρόντα, καὶ ἀντικτώμενος τὰ ἐνδέοντα· ἀλλ' ὅσῳπερ ἂν ἐλάττονος τιμῆς τὰ πολύτιμα πρίηται, τοσούτῳ χαίρει, ὡς λαμπροῦ αὐτῷ τοῦ συναλλάγματος γενομένου. Σὺ δὲ λυπῇ χρυσίον, καὶ ἀργύριον, καὶ κτήματα διδοὺς, τουτ έστι λίθους καὶ χοῦν παρεχόμενος, ἵνα κτήσῃ τὴν μακαρίαν ζωήν; Τί δὲ καὶ χρήσῃ τῷ πλούτῳ; ἐσθῆτι πολυτιμήτῳ περιβαλεῖς σεαυτόν; Οὔκουν δύο μέν σοι πηχῶν χιτωνίσκος ἀρκέσει, ἑνὸς δὲ ἱματίου περι βολὴ πᾶσαν τῶν ἐνδυμάτων ἐκπληρώσει τὴν χρείαν; Ἀλλ' εἰς τροφὴν καταχρήσῃ τῷ πλούτῳ; εἷς ἄρτος ἱκανὸς ἀποπληρῶσαι γαστέρα. Τί οὖν λυπῇ; ὡς τίνος ὑστερούμενος; ∆όξης τῆς ἀπὸ τοῦ πλούτου; ἀλλ' ἐὰν μὴ χαμαὶ ζητήσῃς τὴν δόξαν, εὑρήσεις τὴν ἀληθινὴν καὶ λαμπρὰν, προάγουσάν σε εἰς τὴν βασι λείαν τῶν οὐρανῶν. Σκορπιζόμενος γὰρ ὁ πλοῦτος, καθ' ὃν ὁ Κύριος ὑποτίθεται τρόπον, πέφυκε παρα 32.1156 μένειν· συνεχόμενος δὲ, ἀλλοτριοῦσθαι. Ἐὰν φυλάσ σῃς, οὐχ ἕξεις· ἐὰν σκορπίζῃς, οὐκ ἀπολέσεις. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὥστε οἰκονομικὴν τοῦ πλούτου τὴν χρῆσιν, ἀλλ' οὐκ ἀπο λαυστικὴν, τοὺς σωφρόνως λογιζομένους νομίζειν προσῆκε, καὶ ἀποτιθεμένους χαίρειν, ὡς ἀλλοτρίων χωριζομένους, ἀλλ' οὐχὶ δυσχεραίνειν, ὡς τῶν οἰκείων ἐκπίπτοντας. Τί οὖν λυπῇ; τί καταπενθεῖς τῇ ψυχῇ, ἀκούων· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς; Εἰ μὲν γὰρ ἠκολούθει σοι πρὸς τὸ μέλλον, οὐδ' οὕτως ἂν ἦν περισπούδαστα, ὑπὸ τῶν ἐκεῖ τι μίων ἐπισκοτούμενα· εἰ δὲ ἀνάγκη μένειν ἐνταῦθα, τί μὴ πωλήσαντες, τὸ ἀπ' αὐτῶν κέρδος ἀπενεγκώ μεθα; Ὁ μὲν γὰρ κακῶς τοῖς οὖσι κεχρημένος, ἐλεεινὸς, ὡς ὁ τῷ ξίφει ὃ ἔλαβε πρὸς τὴν τῶν πολε μίων ἄμυναν, τούτῳ ἑκουσίως ἑαυτὸν κατατιτρώ σκων· ὁ δὲ καλῶς καὶ κατὰ τὸν ὀρθὸν λόγον τὰ προσ όντα μεταχειρίζων, καὶ οἰκονόμος τῶν παρὰ τοῦ Θεοῦ δεδομένων γινόμενος, μὴ οὐχὶ πρὸς ἰδίαν ἀπό λαυσιν θησαυρίζων, ἐπαινεῖσθαι καὶ ἀγαπᾶσθαι δί καιός ἐστι, διὰ τὸ φιλάδελφον καὶ κοινωνικὸν τοῦ τρόπου. Ὁρᾶτε, ὡς τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτημά των καὶ τὰς ὥρας τῶν οἰκείων ἐξήγαγε φύσεων, καὶ τῶν καιρῶν τὰς ἰδέας εἰς ἀλλοκότους κράσεις δι ήμειψε. Πάντα γὰρ καινῶς ὑπερβάντα τοὺς ὅρους τῆς κτίσεως, καὶ κακῶς εἰς τὴν καθ' ἡμῶν συμφω νήσαντα βλάβην, τοῦ βίου καὶ τῆς ζωῆς τοὺς ἀν θρώπους ἐλαύνουσι. Τίς οὖν τῆς ἀταξίας καὶ τῆς συγχύσεως ἡ αἰτία; Ὅτι λαμβάνοντες ἡμεῖς, ἄλλοις οὐ παρέχομεν· τὴν εὐεργεσίαν ἐπαινοῦμεν, καὶ ταύ της ἀποστεροῦμεν τοὺς δεομένους. ∆οῦλοι ὄντες ἐλευθερούμεθα, καὶ ὁμοδούλους οὐκ οἰκτείρομεν· πεινῶντες τρεφόμεθα, καὶ τὸν ἐνδεῆ παρατρέχομεν. Ἀνενδεῆ χορηγὸν καὶ ταμίαν ἔχοντες, φειδωλοὶ ἐγε νόμεθα καὶ ἀκοινώνητοι πρὸς τοὺς πένητας· πολύ τοκα ἡμῶν τὰ πρόβατα, καὶ οἱ γυμνοὶ τῶν προβά των πλείους. Αἱ ἀποθῆκαι τῷ πλήθει τῶν ἀποκει μένων στενοῦνται, καὶ τὸν ἐστενωμένον οὐκ ἐλεοῦμεν. Πένης εἶ; ἀλλ' ἄλλον ἔχεις πάντως πενέστερον. Σοὶ δέκα ἡμερῶν τὰ σιτία, ἐκείνῳ μιᾶς. Ὡς καλὸς καὶ εὐγνώμων, τὸ σὸν περιττὸν ἐπανίσωσον πρὸς τὸν ἐνδεῆ. Μὴ ὀκνήσῃς ἐκ τοῦ ὀλίγου δοῦναι· μὴ προ τιμήσῃς τὸ σὸν συμφέρον ἐκ τοῦ κοινοῦ κινδύνου. Κἂν εἰς ἕνα ἄρτον περιστῇ ἡ τροφὴ, ἐπιστῇ δὲ ταῖς θύραις ὁ ζητῶν, προκόμισον ἐκ τοῦ ταμιείου τὸν ἕνα, καὶ ἐπιθεὶς ταῖς χερσὶ, πρὸς οὐρανὸν ἀνατείνας, εἰπὲ λόγον ἐλεεινὸν ὁμοῦ καὶ εὐγνώμονα· Εἷς ἄρτος ὃν ὁρᾷς, Κύριε, καὶ ὁ κίνδυνος προφανὴς, ἀλλ' ἐγὼ 32.1157 τὴν σὴν ἐντολὴν ἐμοῦ προτίθημι, καὶ ἐκ τοῦ ὀλίγου δίδωμι τῷ λιμώττοντι ἀδελφῷ· δὸς δὴ καὶ σὺ τῷ κινδυνεύοντι δούλῳ. Οἶδά σου τὴν ἀγαθότητα, θαῤῥῶ καὶ τῇ δυνάμει· οὐχ ὑπερτίθεσαι εἰς χρόνον τὰς χάριτας, ἀλλὰ