1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

16

γένοιντο· καὶ διαψύχει τού τους, ὅταν αἴσθηται αὐτῶν διαβρόχων· καὶ οὐκ ἐν παντὶ προβάλλει καιρῷ, ἀλλ' ὅταν προαίσθηται τοῦ ἀέρος ἐν εὐδινῇ καταστάσει φυλαττομένου. Ἀμέλει οὐκ ἂν ἴδοις ὄμβρον ἐκ νεφῶν ἐπιῤῥυέντα, παρ' ὅσον χρόνον ἐκ τῶν μυρμήκων ὁ σῖτος προβέβληται. Μί μησαι τὴν γῆν, ἄνθρωπε, καρποφόρησον ὡς ἐκείνη, μὴ χείρων φανῇς τῆς ἀψύχου. Ἐκείνη μὲν γὰρ τοὺς καρποὺς οὐκ εἰς ἑαυτῆς ἀπόλαυσιν, ἀλλ' εἰς τὴν σὴν ὑπηρεσίαν ἐξέθρεψε. Σὺ δὲ ὃν ἂν ἐπιδείξῃ τῆς εὐ ποιίας καρπὸν, σεαυτῷ τοῦτον συνάγεις, διότι τῶν ἀγαθῶν ἔργων αἱ χάριτες ἐπὶ τοὺς διδόντας ἐπανα στρέφουσιν. Ἔδωκας τῷ πεινῶντι, καὶ σὸν γίνεται τὸ δοθὲν, μετὰ προσθήκης ἐπανελθόν. Ὥσπερ γὰρ ὁ σῖτος εἰς τὴν γῆν πεσὼν, κέρδος τῷ προεμένῳ γίνε ται· οὕτως ὁ ἄρτος εἰς τὸν πεινῶντα καταβλη θεὶς πολύχουν τὴν ὠφέλειαν εἰς ὕστερον ἀναδί δωσιν Ἐὰν παραστῇ τῇ θύρᾳ σου ὁ τὴν χρείαν αὐτοῦ ἐπανορθωθῆναι ζητῶν, μὴ ἀνώμαλα ἴδῃς. Μὴ εἴπῃς· Οὗτος φίλος, οὗτος συγγενὴς, οὗτος εὐεργέτης· ἐκεῖ νος ξένος, ἀλλότριος, ἄγνωστος. Ἀνώμαλα βλέπων, οὐκ ἐλεηθήσῃ. Φύσις μία· ἄνθρωπος, καὶ οὗτος κἀκεῖνος· χρεία μία, ἔνδεια ἐν ἀμφοτέροις ἡ αὐτή. 32.1161 ∆ὸς τῷ ἀδελφῷ, καὶ τῷ ξένῳ· μήτε τὸν ἀδελφὸν ἀποστραφῇς, καὶ τὸν ξένον ἀδελφὸν οἰκεῖον ποίησαι. Βούλεταί σε παραμυθητικὸν εἶναι τῶν δεομένων, οὐ προσωπολήπτην· οὐ τῷ συγγενεῖ διδόντα, τὸν δὲ ξένον ἀπωθούμενον. Πάντες γὰρ συγγενεῖς, πάντες ἀδελφοὶ, πάντες ἑνὸς πατρὸς ἔκγονοι. Εἰσί τινες ἐξ ἐπικρατείας κινδύνου τινὸς ἀναρπασθέντες ὑπὸ τοῦ κτίσαντος, καὶ μηδεμίαν ἔχοντες περιλελειμμένην αὐτοῖς βίου λοιπὸν ἀφορμὴν, ἀλλὰ μόνῃ τῇ ψυχῇ καὶ τῷ σώματι διαφυγόντες αὐτόν. Ἡμεῖς τοίνυν, ὅσοι τῆς τῶν δυσχερῶν ἄγευστοι πείρας ἐμείναμεν, κοινὴν ἐκείνοις προθῶμεν τὴν εὐπορίαν ἑαυτῶν. Ἐναγκαλισώμεθα τοὺς περισωθέντας μόλις τῶν ἀδελφῶν· εἴπωμεν πρὸς ἕκαστον ἕκαστος· Νεκρὸς ἦν, καὶ ἀνέζησε· καὶ ἀπολωλὼς ἦν, καὶ εὑρέθη· καὶ τὸ συγγενὲς σῶμα σκεπάσωμεν. Ἀντιστήσωμεν ταῖς τοῦ ∆υσμενοῦς ἐπηρείαις τὴν ἡμετέραν παρά κλησιν, ἵνα καὶ βλάπτων ἐκεῖνος μηδὲν μέγα βλάψαι δοκῇ· καὶ πολεμήσας, μηδένα δείξῃ νενικημένον· καὶ περιελὼν τὴν εὐπορίαν τῶν ἀδελφῶν, ὑπὸ τῆς ἡμετέρας φιλοτιμίας φανείη νικώμενος. ∆ιὰ μὲν γὰρ τὴν ἀγάπην, ἐν ἁπλότητι καὶ ἀνει μένον εἶναι πρὸς τοὺς αἰτοῦντας τὸν μεταδοτικὸν δεῖ, κατὰ τὸ φάσκον παράγγελμα· Τῷ αἰτοῦντί σε, δός· λογισμῷ δὲ πάλιν διακρίνειν ἑκάστου τὴν χρείαν τῶν προσαιτούντων, καθὼς ἐν ταῖς Πράξεσι μεμα θήκαμεν. ∆ιεδίδοτο γὰρ ἑκάστῳ, φησὶ, καθ' ὅ τι ἄν τις χρείαν εἶχεν. Ἐπειδὴ γὰρ πολλοὶ ὑπερβαί νοντες τὴν χρῆσιν τῶν ἀναγκαίων, ἀφορμὴν ἐμπο ρείας καὶ ὑπόθεσιν τρυφῆς ἀσελγοῦς ποιοῦνται τὴν αἴτησιν, ἐπιστημόνως καὶ οἰκονομικῶς ταῖς χρείαις ἑκάστου τὴν διανομὴν τῶν ἀναγκαίων γίνεσθαι δεῖ. Τοῖς γὰρ δὴ τὰ θρηνώδη μέλη πρὸς τὴν τῶν γυναικῶν ἀπάτην συντιθεῖσι, καὶ τὰ πηρώματα τοῦ σώματος καὶ τὰ ἕλκη πρὸς ἐμπορείας ἀφορμὴν συντιθεῖ σιν, οὐ πάντως τὸ δαψιλὲς τῆς διακονίας ὠφέλι μον· ἀφορμὴ γὰρ αὐτοῖς εἰς κακίαν ἡ χορηγία γε νήσεται· ἀλλὰ μικρᾷ δόσει χρὴ τὴν τῶν τοιούτων ὑλακὴν ἀπωθεῖσθαι, τὸ δὲ συμπαθὲς καὶ φιλάδελφον ἐπιδείκνυσθαι ἐν τοῖς μεθ' ὑπομονῆς τὴν θλίψιν φέρειν δεδιδαγμένοις, ὑπὲρ ὧν καὶ λεχθήσεται, ὅτι Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν. ∆ιὰ τοῦτο τῷ ὄντι ἐμπειρίας χρῄζει ἡ διάγνωσις τοῦ ἀληθῶς δεο μένου, καὶ τοῦ κατὰ πλεονεξίαν αἰτοῦντος. Καὶ ὁ μὲν τῷ θλιβομένῳ δοὺς, τῷ Κυρίῳ ἔδωκε, καὶ παρ' αὐτοῦ λήψεται τὸν μισθόν· ὁ δὲ τῷ περιερχομένῳ παρασχόμενος παντὶ, προσέῤῥιψε κυνὶ φορτικῷ διὰ τὴν ἀναίδειαν; οὐκ ἐλεεινῷ διὰ τὴν ἔνδειαν. Ἀκούσατε, οἱ πλούσιοι, ὁποῖα συμβουλεύομεν τοῖς πτωχοῖς διὰ τὴν ὑμετέραν ἀπανθρωπίαν, ἐγκαρ τερεῖν μᾶλλον τοῖς δεινοῖς, ἢ τὰς ἐκ τῶν τόκων συμ 32.1164 φορὰς ὑποδέχεσθαι. Εἰ δὲ ἐπείθεσθε τῷ Κυρίῳ, τίς χρεία τῶν λόγων τούτων; ∆ανείζετε γὰρ, φησὶ, παρ' ὧν οὐκ ἐλπίζετε λαβεῖν. Ὅταν γὰρ πτωχῷ παρέχειν