1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

17

μέλλῃς διὰ τὸν Κύριον, τὸ αὐτὸ καὶ δῶρόν ἐστι καὶ δάνεισμα· δῶρον μὲν, διὰ τὴν ἀνελ πιστίαν τῆς ἀπολήψεως· δάνεισμα δὲ, διὰ τὴν μεγα λοδωρεὰν τοῦ ∆εσπότου, τοῦ ἀποτιννύντος ὑπὲρ αὐ τοῦ· ὃς μικρὰ λαβὼν διὰ τοῦ πένητος, μεγάλα ὑπὲρ αὐτῶν ἀποδίδωσι. Σκοπείτω τοίνυν τοὺς ἰδίους πόρους τῶν πλουτούντων ἕκαστος, ἐξ ὧν ἀναφέρειν δῶρα μέλλει Θεῷ, μὴ τὸν πένητα κατεδυνάστευσε, μὴ τὸν ἀσθενέστερον ἐβιάσατο, μὴ τὸν ὑποκείμενον αὐτῷ πε πλεονέκτηκεν, ἐξουσίᾳ χρώμενος ἀντὶ δικαιοσύνης. Τὸ δίκαιον γὰρ καὶ τὴν ἰσότητα κελευόμεθα φυλάτ τειν καὶ πρὸς τοὺς δούλους. Μὴ γὰρ ὅτι κρατεῖς, βιάζου· μηδὲ ὅτι δύνασαι, πλεονέκτει· ἀλλ' ὅτι πάρεστί σοι τὰ τῆς ἐξουσίας, δεῖξον τὰ τῆς δικαιο σύνης. Οὐ γὰρ ἐν ᾧ μὴ δύνασαι, παρέξεις τὴν ἀπόδειξιν τῆς πρὸς Θεὸν ὑπακοῆς καὶ τοῦ φό βου· ἀλλ' ἐν ᾧ παραβῆναι δυνάμενος, οὐ παρα βαίνεις. Εἰ δὲ ἀφελόμενος τὰ τῶν πενήτων, πένησι δίδως, κάλλιον ἦσθα μήτε ἁρπάζων μήτε διδούς. Οὔτε γὰρ ἐξ ἀδίκων κερδῶν εὐεργεσία πρὸς τὸν δεό μενον δεκτὴ παρὰ Θεῷ, οὔτε ὁ τῶν ἀδικιῶν ἀπεχό μενος ἐπαινετὸς, εἰ μηδενὶ μεταδοίη τῶν ἑαυτοῦ. Περὶ μὲν γὰρ τῶν ἀδικούντων, καὶ δῶρα Θεῷ προσ φέρειν ἐπιχειρούντων, γέγραπται· Θυσία ἀσεβῶν, βδέλυγμα Κυρίῳ· περὶ δὲ τῶν μὴ ἐλεούντων· Ὁ φράσσων τὰ ὦτα αὐτοῦ τοῦ μὴ ὑπακοῦσαι πένη τος, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ ὑπακούων. ∆ιὰ τοῦτο ἡ Παροιμία συμβουλεύει· Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρ χου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης. Εἰ γὰρ ἐξ ἀδικίας καὶ ἁρπαγῆς μέλλεις προσφέρειν τῷ Θεῷ, κάλλιον μήτε κτήσασθαι τοιαύτην κτῆσιν, μήτε προσ φέρειν ἐξ αὐτῆς. Καθαρὸν γὰρ δῶρον ἀνοίσει τὴν εὐχὴν, ὡς γέγραπται· Εὐχαὶ κατευθυνόντων, δεκταὶ παρ' αὐτῷ. Καὶ πάλιν, εἰ κτώμενος ἐκ δι καίων πόνων μὴ προσφέροις Θεῷ προσφορὰς ἀφ' ὧν τρέφονται πένητες, ἁρπαγὴ λογισθήσεταί σοι, καθά φησι διὰ τοῦ προφήτου Μαλαχίου ὁ Θεός· Αἱ ἀπαρ χαὶ καὶ τὰ ἐπιδέκατα ὑμῶν μεθ' ὑμῶν εἰσι, καὶ ἔσται ἡ διαρπαγὴ ἐν τοῖς οἴκοις ὑμῶν. Τί τοίνυν μολύνεις τὸν σαυτοῦ πλοῦτον, ἄνθρωπε, ἐπεισάγων αὐτῷ τὰ μὴ δίκαια κέρδη; τί βδελυκτὴν ποιεῖς τὴν σαυτοῦ προσφορὰν, ἐξ ἀδικίας προσφέρειν ἐπιχει ρῶν, ἐν ᾧ μέλλεις ἕτερον πτωχὸν ἐλεεῖν; Ἐκεῖνον ἐλέησον ὃν ἀδικεῖς· εἰς τοῦτον κατάχρησαι τῇ φιλαν θρωπίᾳ· τούτῳ χάρισαι, καὶ πληρώσεις ἔλεον μετὰ κρίσεως. Οὐ γὰρ κοινωνήσει πλεονεξίᾳ Θεὸς, οὐδὲ λῃστῶν καὶ ἁρπακτῶν κοινωνὸς ὁ Κύριος· οὐδὲ ὡς ἀδύνατος τρέφειν τοὺς πένητας, ἡμῖν κατέλιπε τρέ 32.1165 φειν αὐτοὺς, ἀλλὰ τὴν δικαίαν καὶ φιλάνθρωπον καρ ποφορίαν παρ' ἡμῶν ζητῶν, εἰς ἡμετέραν εὐεργεσίαν. Ἐλεημοσύνη ἐξ ἀδικίας οὐ γίνεται, οὐδὲ ἐκ κατάρας εὐλογία, οὐδὲ ἐκ δακρύων εὐεργεσίαι. Κενοδοξίαι τὰ τοιαῦτα, καὶ πρὸς τοὺς ἐξ ἀνθρώπων ἐπαίνους, οὐ πρὸς τὸν ἔπαινον τὸν ἐκ Θεοῦ. Ἐὰν γὰρ, ὡς Θεοῦ τὴν ἐλεη μοσύνην ὁρῶντος, ποιῇς αὐτὴν, φυλάξῃ μὴ ποιεῖν ἐκ πλεονεξίας, εἰδὼς ὅτι τὸν ἐπόπτην Θεὸν οὐκ εὐφραί νεις. Οὕτως οὖν ἐλεημοσύνην ποιῶμεν, ἵνα ἀπολάβω μεν παρὰ Θεοῦ· ἀποδίδωσι δὲ ὁ Θεὸς ἐκείνοις, οὓς ἐπαι νεῖ, ἐπαινεῖ δὲ πλεονέκτην οὐδένα. Μὴ πλανᾶσθε· οὐκ ἄλλως ἀποδέξεται Χριστὸς τὰς εἰς τοὺς πτω χοὺς φιλοτιμήσεις, εἰ μὴ λυθεῖεν αἱ κατὰ τῶν ἀδι κηθέντων πλεονεξίαι. Οὕτως ὁ Κύριος ἀπεδέξατο τοῦ Ζακχαίου τὴν ὀρθότητα, καὶ ἔφη· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο· ὅτι προθέμενος ἀποδοῦναι τετραπλάσιον, εἴ τι ἐσυκοφάντησεν, οὕτω τῶν ὑπο λειπομένων χρημάτων τὰ ἡμίση πτωχοῖς ἀπεμέρι σεν. Ἤδει γὰρ ὅτι Χριστὸν ὑποδέξασθαι βούλεται. ∆ῶμεν τοιγαροῦν ἐξουσίαν, ἀδελφοὶ, ὑπερχεθῆναι βουλομένῳ πρὸς τοὺς δεομένους τῷ πλούτῳ· μὴ παραδράμωμεν τοὺς ἐν ὀφθαλμοῖς ἡμῶν ἔτι καὶ νῦν κειμένους Λαζάρους· μηδὲ τῶν ψιχίων τῆς ἡμετέρας τραπέζης ἀρκούντων αὐτοῖς εἰς κόρον βασκήνωμεν, μηδὲ τὸν ἀνήμερον ἐκεῖνον ζηλώσαντες πλούσιον, πρὸς τὴν αὐτὴν ἐκείνῳ τῆς γεέννης φλόγα μετέλθω μεν. Ἐπεὶ πολλὰ μὲν τοῦ Ἀβραὰμ δεηθησόμεθα τότε, πολλὰ δὲ ἑκάστου τῶν