1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

18

βεβιωκότων καλῶς· οὐδὲν δὲ ἔσται κέρδος ἡμῖν τῆς βοῆς. Ἀδελφὸς γὰρ οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Ἐρεῖ δὲ ἕκαστος ἐκείνων ἡμῖν κεκραγώς· Μὴ ζήτει φιλ ανθρωπίαν, ἣν αὐτὸς ἐφ' ἑτέρων ἠγνόησας, μηδὲ βούλου λαβεῖν οὕτω μεγάλα, σὺ τῶν ἐλαττόνων φει σάμενος· ἀπόλαυε τούτων ὧν ἐν τῷ βίῳ συνέλεξας. ∆άκρυε νῦν, ἐπειδὴ τότε δακρύοντα τὸν ἀδελφὸν ὁρῶν οὐκ ἠλέησας. Ταῦτα ἐροῦσι, καὶ δικαίως, ἡμῖν. ∆έ δοικα δὲ ἐγὼ, μὴ καὶ πικροτέροις ἡμᾶς τούτων βά λωσι ῥήμασιν, ἐπειδὴ καὶ νικῶμεν ἐκεῖνον, ὡς ἴστε, τῇ πονηρίᾳ τὸν πλούσιον. Ὅτι κόλακες μὲν καὶ παράσιτοι, μετὰ τὸ λαμπρῶς ἑστιαθῆναι παρ' ἡμῖν, καὶ τὰς χεῖρας πεπληρωμένας πολυτελῶν δώρων κατάγουσι, καὶ μανθάνουσι παρ' ἡμῶν, ὅτι λυσιτελεῖ μᾶλλον τῶν ἀρετῶν τὰ τοιαῦτα μετιέναι καὶ πράτ τειν αὐτοῖς. Εἰ δὲ παρασταίη πένης ἡμῖν, μόλις ὑπὸ τοῦ λιμοῦ φθεγγόμενος, ἀποστρεφόμεθα, μετὰ σπουδῆς ἀποτρέχομεν, ὥσπερ δεδοικότες, μὴ καὶ τῆς δυσπραγίας αὐτῆς ἐκ τοῦ σχολαίτερον βαδίσαι μετά σχωμεν. Καὶ εἰ μὲν εἰς γῆν νεύσοι τὴν συμφορὰν αἰσχυνόμενος, ὑποκρίσεως εἶναι λέγομεν ἐργάτην αὐτόν· εἰ δὲ μετὰ παῤῥησίας προσβλέψοι διὰ τὸ βαρὺ τοῦ λιμοῦ κέντρον ἡμᾶς, ἀναιδῆ πάλιν καλοῦμεν καὶ βίαιον. Καὶ εἰ μὲν τύχοι καλυπτόμενος ὑγιέσιν ἐσθήμασι δεδωκότος τινὸς, ὡς ἄπληστον ἀπελαύνο μεν, καὶ ὀμνύμεθα προσποιεῖσθαι πενίαν αὐτόν· εἰ 32.1168 δὲ σκεπάζοιτο σεσηπόσι ῥακίοις, ὡς ὀδωδότα πάλιν διώκομεν. Καὶ οὔτε τὸ τοῦ κτίσαντος ὄνομα ταῖς ἱκετηρίαις ἐκεῖνος ἀναμιγνὺς, οὔτε τὸ μὴ τοιού τοις πάθεσι περιπεσεῖν ἡμᾶς ἐξορκῶν συνεχῶς, δύ ναται τὴν ἀνελεῆ κάμψαι προαίρεσιν. ∆ιὰ ταῦτα ὑφ ορῶμαι βαρύτερον τῆς γεέννης τὸ πῦρ, ἥπερ ἐκεῖνος ὁ τὸν Λάζαρον ὑπεριδὼν πλούσιος. Ἵνα δὲ μὴ τοῦτο γένη ται, τῷ ἐλέῳ τὸν ἔλεον προσκτησώμεθα, ὅπως καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{1ΠΕΡΙ ΠΛΟΥΤΟΥ ΚΑΙ ΠΕΝΙΑΣ.}1

{1ΛΟΓΟΣ Εʹ.}1 Τὰ φρέατα ἐξαντλούμενα, εὐροώτερα γίνεται· καὶ πλούτου τὸ μὲν στάσιμον,

ἄχρηστον· τὸ δὲ κι νούμενον καὶ μεταβαῖνον, κοινωφελές τε καὶ ἔγκαρ πον. Καὶ θαυμάζειν μοι ἔπεισι, πῶς μετὰ τὴν περιτ τὴν καὶ ἄχρηστον τῶν ἀναλωμάτων ἐπίνοιαν, ἐπει δὰν εἰς μυρία διασπασθεὶς ὁ πλοῦτος ἔτι περισσεύῃ, κατὰ γῆς ὠθεῖται παρὰ τοῦ ἔχοντος, καὶ ἐν ἀποῤῥή τοις φυλάσσεται. Βαβαί! ὅτε οὐκ ἠδυνήθη ταῖς μυ ρίαις ἐπινοίαις ἐκδαπανῆσαι τὸν πλοῦτον, τότε αὐ τὸν εἰς τὴν γῆν ἀπεκρύψατο. Καὶ δοκεῖ μοι τὸ πάθος τῆς τοῦ πλουσίου ψυχῆς τῷ τῶν γαστριμάργων προσ εοικέναι, οἳ διαῤῥαγῆναι μᾶλλον ὑπὸ λαιμαργίας αἱροῦνται, ἤ τι τῶν λειψάνων μεταδοῦναι τοῖς ἐν δεέσι. Τοιοῦτος ὁ ἐν τῷ Εὐαγγελίῳ πλούσιος. Παρέ στησαν οἱ τὴν ψυχὴν ἀπαιτοῦντες, κἀκεῖνος περὶ βρωμάτων τῇ ψυχῇ διελέγετο. Ταύτῃ τῇ νυκτὶ παρε λαμβάνετο, καὶ εἰς ἔτη πολλὰ τὴν ἀπόλαυσιν ἐφαν τάζετο. Μανία δεινή· ἕως μὲν ἐν μετάλλοις ἦν ὁ χρυσὸς, ἀνηρεύνα τὴν γῆν· ὅτε φανερὸς ἐγένετο, πάλιν αὐτὸν ἐν τῇ γῇ ἀφανίζει. Εἶτ' οἶμαι συμβαί νειν τῷ κατορύσσοντι τὸν πλοῦτον, συγκατορύσσειν καὶ τὴν καρδίαν· Ὅπου γὰρ ὁ θησαυρός σου, φησὶν, ἐκεῖ καὶ ἡ καρδία. ∆εῦρο οὖν, ποικίλως διάθου τὸν πλοῦτον, ὦ πλούσιε. Μὴ βαρύτιμος ἔσο· μὴ ἀνάμενε σιτοδείαν, ἵνα ἀνοίξῃς σιτοδοχεῖα· μὴ λιμὸν ἐκδέχου διὰ χρυσὸν, μὴ κοινὴν ἔνδειαν δι' εὐ πορίαν ἰδίαν. Μὴ γίνου κάπηλος συμφορῶν ἀνθρω πίνων· μὴ τὴν ὀργὴν τοῦ Θεοῦ καιρὸν ποιήσῃς πε ριουσίας χρημάτων. Σὺ γὰρ πρὸς μὲν τὸν χρυσὸν ἀποβλέπεις, τὸν δὲ ἀδελφόν σου οὐ προσβλέπεις· καὶ τοῦ μὲν νομίσματος ἐπιγινώσκεις τὸ χάραγμα,