1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

20

ἀξίαν πράττοντα· ἀλλ' ἄκαμπτος ἕστηκε καὶ ἀμείλικτος, ἐξομνύμενος καὶ ἐπαρώμενος ἑαυτῷ, ἦ μὴν ἀπορεῖν παντελῶς καὶ περισκοπεῖν καὶ αὐτὸς, εἴ τινα εὕροι τῶν δανειζόντων, καὶ πιστούμενος τὸ ψεῦδος διὰ τῶν ὅρκων, κακὸν παρεμπόρευμα τῆς ἀπανθρωπίας τὴν ἐπιορκίαν προσκτησάμενος. Ἐπει δὰν δὲ ὁ ζητῶν τὸ δάνειον, τόκων μνησθῇ, καὶ ὑπο θήκας ὀνομάσῃ· τότε καταβαλὼν τὴν ὀφρὺν, προσε μειδίασε, καί που καὶ πατρῴας φιλίας ἐμνήσθη, καὶ συνήθη εἶπε, καὶ φίλον· καὶ ὀψόμεθα, φησὶν, εἴ που τί ἐστιν ἡμῖν ἀποκείμενον ἀργύριον. Ἔστι δὲ παρακαταθήκη φίλου ἀνδρὸς ἐπ' ἐργασίᾳ παραθεμέ νου ἡμῖν. Ἀλλ' ἐκεῖνος μὲν βαρεῖς ἐν αὐτῷ τοὺς τόκους ὥρισεν· ἡμεῖς δὲ πάντως ἐπανήσομέν τι, καὶ ἐλάττοσι τόκοις δώσομεν. Τοιαῦτα κατασχηματι ζόμενος, καὶ τοιούτοις λόγοις ὑποσαίνων καὶ δελεάζων τὸν ἄθλιον, γραμματείοις αὐτὸν προσκαταδήσας, καὶ πρὸς τῇ καταπονούσῃ πενίᾳ ἔτι καὶ τὴν ἐλευθερίαν τοῦ ἀνδρὸς ἀφελόμενος ᾤχετο. Τί ποιεῖς, ἄθλιε; χρή ματα καὶ πόρους ἐπιζητεῖς παρὰ τοῦ ἀπόρου; Εἰ πλουσιώτερόν σε ἀποφαίνειν ἐδύνατο, τί ἐζήτει παρὰ τὰς θύρας τὰς σάς; Ὢ τῆς συμφορᾶς! Ἐπὶ 32.1173 συμμαχίαν ἐλθὼν πολέμιον εὗρεν· ἀλεξιφάρμακα περιζητῶν, δηλητηρίοις ἐνέτυχε. ∆έον παραμυθεῖ σθαι τοῦ ἀνδρὸς τὴν πτωχείαν, σὺ δὲ πολυπλασιά ζεις τὴν ἔνδειαν· ὥσπερ ἂν εἴ τις ἰατρῶν πρὸς κάμνοντας εἰσιὼν, ἀντὶ τοῦ εἰς ὑγίειαν αὐτοὺς ἐπαν αγαγεῖν, ὁ δὲ καὶ τὸ μικρὸν λείψανον τῆς δυνά μεως προσαφέλοιτο. Καὶ σὺ τοίνυν τὰς συμφορὰς τῶν ἀθλίων, ἀφορμὴν πόρων ποιῇ· καὶ ὥσπερ οἱ γεωργοὶ ὄμβρους εὔχονται εἰς πολυπλασιασμὸν τῶν σπερμάτων, οὕτω καὶ σὺ ἐνδείας καὶ ἀπορίας ἀν θρώπων ἐπιζητεῖς, ἵνα καὶ σοὶ ἐνεργὰ τὰ χρήματα γένηται. Καὶ ὁ μὲν ζητῶν τὸ δάνεισμα, μέσος ἀμηχα νίας ἀπειλημμένος, ὅταν μὲν πρὸς τὴν πενίαν ἀπίδῃ, ἀπογινώσκει τὴν ἔκτισιν· ὅταν δὲ πρὸς τὴν παροῦ σαν ἀνάγκην, κατατολμᾷ τοῦ δανείσματος. Ὡς δὲ τὰ μὲν χρήματα ὑποῤῥεῖ, ὁ δὲ χρόνος προϊὼν τοὺς τόκους ἑαυτῷ συμπροάγει· οὐ νύκτες ἐκείνῳ ἀνά παυσιν φέρουσιν, οὐχ ἡ ἡμέρα φαιδρὰ, οὐχ ὁ ἥλιος τερπνός· ἀλλὰ δυσχεραίνει τὸν βίον, μισεῖ τὰς ἡμέ ρας πρὸς τὴν προθεσμίαν ἐπειγομένας. Κἂν καθεύδῃ, ἐνύπνιον βλέπει τὸν δανειστὴν, κακὸν ὄναρ τῇ κε φαλῇ παριστάμενον· κἂν γρηγορῇ, ἔννοια αὐτῷ καὶ φροντὶς ὁ τόκος ἐστίν. Ἀλλ' ἔστιν εἰπεῖν καὶ πρὸς τὸν δανειζόμενον· Πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, καὶ ἀπὸ σῶν φρεάτων πηγῆς· τουτέστι, μὴ ἐπ' ἀλλο τρίας πηγὰς βάδιζε, ἀλλ' ἐξ οἰκείων λιβάδων σύν αγε σεαυτῷ τὰς παραμυθίας τοῦ βίου. Ἔχεις χαλκώματα, ἐσθῆτα, ὑποζύγιον, σκεύη παντοδαπά; ταῦτα ἀπόδου· πάντα προέσθαι κατάδεξαι, πλὴν τῆς ἐλευθερίας. Ἀλλ' αἰσχύνομαι αὐτὰ δημοσιεύειν, φησί. Τί οὖν, ὅτι μικρὸν ὕστερον ἄλλος αὐτὰ προκο μίσει, καὶ ἀποκηρύξει τὰ σὰ, καὶ ἐπ' ὀφθαλμοῖς σοῖς ἐπευωνίζων αὐτὰ διαθήσεται; Βέλτιον ταῖς κατὰ μικρὸν ἐπινοίαις τὴν χρείαν παραμυθεῖσθαι, ἢ ἀθρόως ἐπαρθέντα τοῖς ἀλλοτρίοις, ὕστερον πάν των ὁμοῦ τῶν προσόντων ἀπογυμνοῦσθαι. Εἰ μὲν οὖν ἔχεις ὅθεν ἀποδῷς, τί οὐχὶ τὴν παροῦσαν ἔνδειαν ἐκ τούτων τῶν ἀφορμῶν διαλύεις; εἰ δὲ ἀπορεῖς πρὸς τὴν ἔκτισιν, κακὸν κακῷ θεραπεύεις. Πένης εἶ νῦν, ἀλλ' ἐλεύθερος· δανεισάμενος δὲ, οὔτε πλου τήσεις, καὶ τὴν ἐλευθερίαν ἀφαιρεθήσῃ. ∆οῦλος τοῦ δεδανεικότος ὁ δανεισάμενος, καὶ δοῦλος μισθοφό ρος, ἀπαραίτητον φέρων τὴν λειτουργίαν. Οἱ κύνες λαβόντες ἡμεροῦνται· ὁ δανειστὴς λαμβάνων προσε ρεθίζεται. Οὐ παύεται ὑλακτῶν, ἀλλὰ τὸ πλεῖον ἐπιζητεῖ. Ἐὰν ὀμνύῃς, ἀπιστεῖ· ἐρευνᾷ τὰ ἔνδον, τὰ συναλλάγματά σου πολυπραγμονεῖ. Ἐπὶ γαμετῆς καταισχύνει, ἐπὶ φίλων καθυβρίζει, ἐν ταῖς ἀγοραῖς ἄγχει, κακὸν συνάντημα ἑορτῆς, ἀβίωτόν σοι κατα σκευάζει τὸν βίον. Ἀλλὰ μεγάλη, φησὶν, ἡ ἀνάγκη, 32.1176 καὶ οὐδείς μοι πόρος χρημάτων ἕτερος. Τί οὖν τὸ ὄφελος ἐκ τοῦ τὴν σήμερον ὑπερθέσθαι; Τὸ γὰρ δά νος οὐκ ἀπαλλαγὴν παντελῆ, ἀλλὰ μικρὰν ἀναβολὴν τῆς ἀμηχανίας παρέχεται. Μὴ δανεισάμενος μὲν ὁμοίως ἔσῃ πένης καὶ