1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

21

σήμερον, καὶ πρὸς τὸ ἐφεξῆς· καὶ νῦν μὲν οὐδεὶς ἐγκαλέσει σοι πτωχεύοντι· ἀκού σιον γὰρ τὸ κακόν· ἐὰν δὲ τόκοις ὑπεύθυνος ᾖς, οὐκ ἔστιν ὃς οὐ μέμψεταί σου τὴν ἀβουλίαν. Ἤδη βούλευσαι πόθεν ἀποτίσεις. Ἀφ' ὧν λαμβάνεις; ἀλλ' οὐκ ἐξαρκεῖ καὶ πρὸς τὴν χρείαν, καὶ πρὸς τὴν ἔκτισιν. Ἐὰν δὲ δὴ καὶ τοὺς τόκους λογίσῃ, πόθεν τὰ χρήματα εἰς τοσοῦτον πολυπλασιασθήσε ται; Οὐδεὶς τραύματα τραύμασι θεραπεύει, οὐδὲ κακῷ τὸ κακὸν ἰᾶται. Πῶς οὖν διατραφῶ, φησίν; Ἔχεις χεῖρας, ἔχεις τέχνην· μισθάρνει, διακόνει· πολλαὶ ἐπίνοιαι τοῦ βίου, πολλαὶ ἀφορμαί. Ἀλλ' ἀδυνάτως ἔχεις; προσαίτει παρὰ τῶν κεκτημένων. Ἀλλὰ αἰσχρὸν τὸ αἰτεῖν; αἰσχρὸν μὲν οὖν τὸ δανεισάμενον ἀποστερεῖν. Εἶτα ὁ μύρμηξ μὲν δύνα ται, μὴ προσαιτῶν, μήτε δανειζόμενος, διατρέφε σθαι· καὶ μέλισσαι τὰ λείψανα τῆς οἰκείας τροφῆς βασιλεῦσι χαρίζονται, οἷς οὔτε χεῖρας, οὔτε τέχνας ἡ φύσις δέδωκε. Σὺ δὲ τὸ εὐμήχανον ζῶον ὁ ἄνθρω πος, μίαν τῶν πασῶν μηχανῶν οὐχ εὑρήσεις πρὸς τὴν τοῦ βίου διαγωγήν; Πλούσιος εἶ; μὴ δανείζου. Πένης εἶ; μὴ δανείζου. Εἰ μὲν γὰρ εὐπορεῖς, οὐ χρῄζεις δανείσμα τος· εἰ δὲ οὐδὲν ἔχεις, οὐκ ἀποτίσεις τὸ δάνειον. Μὴ δῷς σεαυτοῦ τὸν βίον εἰς ὑστεροβουλίαν. Ἑνὶ τούτῳ διαφέρομεν τῶν πλουτούντων οἱ πένητες, τῇ ἀμε ριμνίᾳ· καὶ καταγελῶμεν αὐτῶν ἀγρυπνούντων, αὐτοὶ καθεύδοντες· καὶ συνεστώτων ἀεὶ καὶ φροντιζόντων, αὐτοὶ ἀφροντιστοῦντες καὶ ἀνειμένοι. Ὁ μέντοι ὀφείλων καὶ πένης ἐστὶ, καὶ πολυμέριμνος, καὶ σύννους πάντα τὸν χρόνον, νῦν μὲν τὴν ἑαυτοῦ οὐσίαν ἀποτιμώμενος, νῦν δὲ τὰς οἰκίας τὰς πολυ τελεῖς, τοὺς ἀγροὺς τῶν πλουσίων, τὰς ἐσθῆτας τῶν ἐντυγχανόντων. Εἰ ταῦτα ἐμὰ ἦν, φησὶν, ἀπε διδόμην τόσου καὶ τόσου, καὶ ἀπηλλασσόμην τοῦ τόκου. Ταῦτα αὐτοῦ καὶ νύκτωρ καὶ μεθ' ἡμέραν ἐγκαθέζεται τῇ καρδίᾳ. Ἐὰν τὴν θύραν πατάξῃς, ὁ χρεώστης ὑπὸ τὴν κλίνην· σφοδρῶς εἰσέδραμέ τις, τοῦ δὲ ἐπάταξεν ἡ καρδία· ὑλακτεῖ ὁ κύων, ὁ δὲ ἱδρῶτι ῥεῖται, καὶ ἀγωνίᾳ συνέχεται, καὶ περισκοπεὶ πόθεν φύγοι. Ἡ προθεσμία προάγει· μεριμνᾷ τί ψεύσεται, ποίαν πλασάμενος πρόφασιν τὸν δανειστὴν διακρούσεται. Τί πολυτόκῳ θηρίῳ σεαυτὸν παρα ζευγνύεις; Τοὺς λαγῳούς φασι καὶ τίκτειν ὁμοῦ, καὶ τρέφειν, καὶ ἐπικυΐσκεσθαι· καὶ τοῖς τοκογλύφοις 32.1177 τὰ χρήματα ὁμοῦ καὶ δανείζεται, καὶ γεννᾶται, καὶ ὑποφύεται. Οὔπω γὰρ ἐδέξω εἰς χεῖρας, καὶ τοῦ παρόντος μηνὸς ἀπῃτήθης τὴν ἐργασίαν. Καὶ τοῦτο πάλιν δανεισθὲν, ἕτερον κακὸν ἐξέθρεψε, κἀκεῖνο ἕτε ρον, καὶ τὸ κακὸν εἰς ἄπειρον· Τόκος γὰρ, ὡς οἶμαι, διὰ τὴν πολυγονίαν τοῦ κακοῦ προσηγόρευται· πόθεν γὰρ ἄλλοθεν; Ἢ τάχα τόκος λέγεται διὰ τὰς ὠδῖνας καὶ λύπας, ἃς ἐμποιεῖν ταῖς ψυχαῖς τῶν δανειζομένων πέφυκεν. Ὡς γὰρ ἡ ὠδὶς τῇ τικτούσῃ, οὕτως ἡ προθεσμία τῷ ὑποχρέῳ παρίσταται. Τόκος ἐπὶ τόκῳ, πονηρῶν γονέων πονηρὸν ἔκγονον. Τὰς ἐχίδνας λέγουσι τὴν γαστέρα τῆς μητρὸς διεσθιούσας τίκτεσθαι· καὶ οἱ τόκοι τοὺς οἴκους τῶν ὀφειλόντων ἐκφαγόντες ἀπογεννῶνται. Τὰ σπέρματα χρόνῳ ῥύεται· ὁ δὲ τόκος σήμερον γεννᾶται, καὶ σήμερον τοῦ τίκτειν ἄρχεται. Τῶν αὐξουμένων ἕκαστον, ἐπει δὰν πρὸς τὸ οἰκεῖον ἀφίκηται μέγεθος, τῆς αὐξήσεως ἵσταται· τὸ δὲ τῶν πλεονεκτῶν ἀργύριον τῷ χρόνῳ παντὶ συμπαραύξεται. Τὰ ζῶα παραδόντα τοῖς ἐκγό νοις τὸ τίκτειν, αὐτὰ τῆς κυήσεως παύεται· τὰ δὲ τῶν δανειστῶν ἀργύρια καὶ τὰ ἐπιγινόμενα τίκτει, καὶ τὰ ἀρχαῖα νεάζει. Καὶ ὥσπερ ἐπὶ τῆς χολέρας οἱ τὸ ἀεὶ προϊστάμενον ἐξαιροῦντες, καὶ πρὶν παν τελῶς καθαρθῆναι δευτέραν τροφὴν ἐπεμβαλλόμενοι, πάλιν ἐμοῦσι μετὰ ὀδύνης καὶ σπαραγμῶν· οὕτω καὶ οἱ δανειζόμενοι, τόκους ἐκ τόκων μεταλαμβάνοντες, καὶ πρὶν ἐκκαθᾶραι τὰ πρῶτα, δεύτερον ἐπεισάγον τες δάνεισμα, μικρὸν χρόνον τοῖς ἀλλοτρίοις ἐναβρυ νόμενοι, ὕστερον καὶ τὰ οἰκεῖα ὠδύραντο. Ἀλλὰ πολλοὶ, φησὶ, καὶ ἐκ δανείσματος ἐπλούτησαν. Πλείους δὲ, οἶμαι, καὶ βρόχων ἥψαντο. Σὺ δὲ τοὺς ἀπαγξαμένους οὐκ ἀριθμεῖς, οἳ τὴν ἐπὶ ταῖς ἀπαντή σεσιν αἰσχύνην μὴ φέροντες, τὸν δι' ἀγχόνης θάνατον τοῦ ἐπονειδίστως ζῇν προετίμησαν.