1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

22

Εἶδον ἐγὼ ἐλεεινὸν θέαμα, παῖδας ἐλευθέρους ὑπὲρ χρεῶν πατρικῶν ἑλκομένους εἰς τὸ πρατήριον. Οὐκ ἔχεις καταλιπεῖν χρήματα τοῖς παισί; μὴ προσαφέλῃ καὶ τὴν εὐγένειαν. Ἓν τοῦτο διατήρησον αὐτοῖς τὸ κτῆμα τῆς ἐλευθερίας, τὴν παρακαταθήκην, ἣν παρὰ τῶν γονέων παρέλαβες. Οὐδεὶς πενίαν πατρὸς ἐνεκλήθη ποτέ· ὄφλημα δὲ πατρῷον εἰς δεσμωτήριον ἄγει. Μὴ καταλίπῃς γραμματεῖον ὥσπερ ἀρὰν πατρικὴν εἰς παῖδας καταβαίνουσαν καὶ ἐκγόνους. Πλοῦτος γὰρ, φησὶν, ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. Θαύμασον τὴν φωνήν. Πλοῦτος, φησὶν, ἐὰν ῥέῃ. Ῥευστὴ ἡ φύσις τοῦ πλούτου, χειμάῤῥου ὀξύτερον τοὺς ἔχοντας παρατρέχει· ἄλλοτε ἄλλον πέφυκε παραμείβεσθαι. Καὶ ὥσπερ ποταμὸς ἀφ' ὑψηλοῦ φερόμενος, ἐγγίζει μὲν τοῖς παρεστῶσι τῇ ὄχθῃ, ὁμοῦ δὲ ἥψατο καὶ εὐθὺς ὑπεχώρησεν· οὕτω καὶ ἡ τοῦ πλούτου εὐκολία ὀξυτάτην ἔχει καὶ ὀλι σθηρὰν τὴν παρουσίαν, καὶ ἄλλους ἐξ ἄλλων πα 32.1180 ραμείβεσθαι πεφυκυῖαν. Σήμερον τοῦδε ὁ ἀγρὸς, καὶ αὔριον ἄλλου, καὶ μετ' ὀλίγον ἄλλου. Ἀπόβλε ψον πρὸς τὰς ἐν τῇ πόλει οἰκίας, πόσα ἤδη ἀφ' οὗ γεγόνασιν ὀνόματα μετειλήφασιν, ἄλλοτε ἀπ' ἄλλου τῶν κεκτημένων ὀνομαζόμεναι. Καὶ χρυσὸς ἀεὶ τὰς τοῦ ἔχοντος χεῖρας διαῤῥέων, ἐφ' ἕτερον διαβαίνει, καὶ ἀπ' ἐκείνου πρὸς ἄλλον. Μᾶλλον δύνασαι ὕδωρ τῇ χειρὶ περιλαβὼν κατασχεῖν, ἢ πλοῦτον διαρκῶς σεαυτῷ συντηρῆσαι. Μὴ τοίνυν ζηλώσῃς τῶν ὑπερ πλουτούντων τινὰ, μηδὲ μακαρίσῃς αὐτοῦ τὴν ζωήν· κἂν πολλαχόθεν σοι καὶ ἐξ ἀφθόνων πηγῶν περιῤ ῥέῃ τὰ χρήματα, μὴ προσδέξῃ αὐτῶν τὴν περιουσίαν. Οὐκ ἀεὶ δὲ ἐπαινετὴ ἡ πτωχεία, ἀλλ' ἡ ἐκ προαι ρέσεως κατὰ τὸν εὐαγγελικὸν σκοπὸν κατορθουμένη. Πολλοὶ γὰρ πτωχοὶ μὲν τῇ περιουσίᾳ, πλεονεκτικώ τατοι δὲ τῇ προαιρέσει τυγχάνουσιν· οὓς οὐχ ἡ ἔνδεια σώζει, ἀλλ' ἡ προαίρεσις κατακρίνει. Πλοῦτος δὲ καὶ δόξα, καθὸ μὲν οὐ ποιεῖ τοὺς ἔχοντας ἀγαθοὺς, οὐκ ἔστι τῶν κατὰ φύσιν ἀγαθῶν· καθὸ δὲ εὔροιάν τινα παρέχεται ἡμῶν τῷ βίῳ, αἱρετώτερά ἐστι τῶν ἐναν τίων, πενίας καὶ ἀτιμίας. Ταῦτα μέντοι τοῖς μὲν οἰκο νομίας ἕνεκεν δίδοται παρὰ τοῦ Θεοῦ, ὡς τῷ Ἀβραὰμ, καὶ τῷ Ἰακὼβ, καὶ τοῖς τοιούτοις. Τοῖς δὲ φαυλοτέροις πρόκλησίς ἐστι τοῦ βελτιωθῆναι κατὰ τὸν τρόπον, ὡς ὅ γε μετὰ τοσαύτην ἐκ Θεοῦ δεξίωσιν ἐπιμένων τῇ ἀδικίᾳ, ἀναντιῤῥήτως ἑαυτὸν ὑπόδικον τῇ κατακρίσει καθίστησιν. Ὁ μέντοι δίκαιος, οὔτε παρόντος ἐπι στρέφεται τοῦ πλούτου, οὔτε μὴ παρόντος ἐπιζητεῖ· οὐ γὰρ ἀπολαυστικός ἐστι τῶν δεδομένων, ἀλλ' οἰκο νομικός· οὐδεὶς δὲ τῶν εὖ φρονούντων ἐπιτρέχει τῇ ἀσχολίᾳ τῆς τῶν ἀλλοτρίων διανομῆς, ἐὰν μὴ πρὸς τὴν τῶν πολλῶν ἀποβλέπῃ δόξαν, οἳ θαυμάζουσι καὶ ζηλοῦσι τοὺς ἐν ἐξουσίᾳ τινὶ καθεστῶτας. Εἰ δὲ τοῦ σώματος ὑπερορᾷν μελετήσαιμεν, σχολῇ γ' ἂν ἄλλο τι τῶν ἀνθρωπίνων θαυμάσαιμεν. Τί γὰρ ὅτι χρησώ μεθα τῷ πλούτῳ, τὰς διὰ τοῦ σώματος ἡδονὰς ἀτιμάζοντες, ἐγὼ μὲν οὐχ ὁρῶ· πλὴν εἰ μὴ, κατὰ τοὺς ἐν τοῖς μύθοις δράκοντας, ἡδονήν τινα φέρει θησαυροῖς κατορωρυγμένοις ἐπαγρυπνεῖν. Τὸ μὲν οὖν προηγούμενόν ἐστιν, οὗ μάλιστα προσήκει τὸν Χριστιανὸν ἐπιμελεῖσθαι, γυμνωθῆ ναι τὰ κατὰ τὴν κακίαν πάθη τὰ ποικίλα τε καὶ διά φορα, δι' ὧν μολύνεται ἡ ψυχή. Χρὴ δὲ κατὰ δεύ τερον λόγον, καὶ τὴν τῶν ὑπαρχόντων ἀποταγὴν κατορθωθῆναι, τῷ πρὸς τὸν κατὰ Θεὸν ὑψηλὸν ἀποβλέποντι βίον· διότι πολὺν παρέχει περισπασμὸν τῇ ψυχῇ ἡ τῶν ὑλικῶν πραγμάτων φροντίς τε καὶ ἐπιμέλεια. Ὅταν οὖν πλείους περὶ τὸν αὐτὸν βλέ ποντες τῆς σωτηρίας σκοπὸν, τὴν μετ' ἀλλήλων ζωὴν καταδέξωνται, χρὴ τοῦτο πρὸ πάντων ἐν αὐτοῖς κρατηθῆναι, τὸ μίαν ἐν πᾶσι καρδίαν εἶναι, καὶ 32.1181 θέλημα ἓν, καὶ μίαν ἐπιθυμίαν, καὶ καθὼς νομοθετεῖ ὁ Ἀπόστολος, ἓν γενέσθαι σῶμα ἐκ διαφόρων μελῶν συνηθροισμένον. Τοῦτο δὲ οὐκ ἔστιν ἄλλως κατορθω θῆναι, εἰ μὴ ἐκεῖνο κρατήσειε, τὸ μὴ ἐπονομάζεσθαί τινι ἀποτεταγμένως μήτε ἱμάτιον, μήτε σκεῦος, μήτε ἄλλο τι τῶν εἰς τὴν κοινὴν ζωὴν χρησιμευόντων· ἵνα ἕκαστον τούτων τῆς χρείας ᾖ, καὶ μὴ τοῦ