1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

24

τάλαντα, καὶ πλέθρα γῆς τόσα καὶ τόσα, καὶ βοσκη μάτων ἑσμοὶ πλείους ἢ ἀριθμῆσαι, οὐδὲν ἐξαρκέσει. Ἀλλ' ὥσπερ οἱ τὰς κλίμακας ἀναβαίνοντες, ἀεὶ πρὸς τὴν ὑπερκειμένην βαθμίδα τὸ ἴχνος αἴροντες, οὐ πρότερον ἀφίστανται, πρὶν ἂν τῆς ἄκρας ἀφίκων ται· οὕτω καὶ οὗτοι, ὅταν τοῦτον τὸν πλούσιον καταλάβωσιν, εὐθὺς τῷ πλουσιωτέρῳ παρισωθῆναι φιλονεικοῦσι· κἂν ἐπ' ἐκεῖνον φθάσωσιν, ἐπὶ τὸν ἄλλον τὴν σπουδὴν μεταφέρουσι, καὶ οὐ παύονται τῆς κατὰ τὴν δυναστείαν ὁρμῆς, ἕως ἂν ὑψωθέντες, ἀπὸ με τεώρου τοῦ πτώματος ἑαυτοὺς καταῤῥήξωσι. Καὶ ὥσπερ οἱ ὑπὸ μανίας παράφοροι οὐ τὰ πράγματα βλέπουσιν, ἀλλὰ τὰ ἐκ τοῦ πάθους φαν τάζονται· οὕτως ἡ τοῦ πλεονέκτου ψυχὴ τῇ φιλο χρηματίᾳ καταχωσθεῖσα, πάντα χρυσὸν, πάντα ἄργυρον βλέπει. Ἥδιον ἂν ἴδῃ τὸν χρυσὸν, ἢ τὸν ἥλιον. Εὔχεται πάντα πρὸς τὴν τοῦ χρυσοῦ φύσιν μετα βληθῆναι, καὶ ἐπινοεῖ μέντοι καθ' ὅσον οἷόν τε. Ποίαν γὰρ μηχανὴν διὰ χρυσὸν οὐ κινεῖ; Ὁ σῖτος χρυσὸς αὐτῷ γίνεται· ὁ οἶνος εἰς χρυσὸν μεταπήγνυται· τὰ ἔρια αὐτῷ ἀποχρυσοῦται· πᾶσα ἐμπορία, πᾶσα ἐπί νοια χρυσὸν αὐτῷ προσάγει. Αὐτὸς ἑαυτὸν ὁ χρυσὸς ἀπογεννᾷ, πολυπλασιαζόμενος ἐν δανείσμασι· καὶ τέλος τῆς ἐπιθυμίας οὐκ ἐξευρίσκεται. Τῶν μὲν γὰρ παίδων τοῖς λίχνοις ἀφειδῶς πολλάκις ἐνδίδομεν τῶν περισπουδάστων ὑπερεμπίμπλασθαι, ὥστε 32.1185 τῷ ὑπερβάλλοντι κόρῳ τὴν ἀποστροφὴν ἐμποιῆσαι. Ὁ δὲ πλεονέκτης, οὐχ οὕτως· ἀλλ' ὅσῳ πλειόνων ἐμφορεῖται, πλειόνων ἐφίεται. Τὸ μὲν πῦρ ἐπειδὰν καταπρήσεως ἅψηται, σπεύδει πᾶσαν ἐπινεμηθῆναι τὴν ὕλην· καὶ οὐδεὶς αὐτῷ στῆσαι δύναται, πρὶν ἂν ἐπιλείπῃ ἡ ὕλη. Τὸν δὲ πλεονέκτην τί δύναται ἐπισχεῖν; Πυρός ἐστι χαλεπώτερος, πάντα διὰ συν εχείας νεμόμενος. Ἔλαβε τὰ τοῦ πλησίον· ἄλλος ἀνεφάνη γείτων, καὶ τὰ ἐκείνου ἐξιδιοποιήσατο. Οὐ τοῖς κατόπιν προσέχει, ὅτι πολλά· ἀλλὰ τοῖς λείπου σιν, ὅτι γείτονας κέκτηται. Οὐκ εὐφραίνει τὰ κτη θέντα· ἀλλὰ λυπεῖ τὰ λειπόμενα· οὐ τῇ ἀπολαύσει τῶν συναχθέντων προσέχει, ἀλλ' ἑαυτὸν ἐκδαπανᾷ τῇ ἐπιθυμίᾳ τῆς τοῦ πλείονος κτήσεως. Εἶτα ἀγρυπνίαι ἐντεῦθεν, αἱ μέριμναι, αἱ φροντίδες. Τί ποιήσω; Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδο μήσω. Ἄφρον, ἐν ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι παρὰ σοῦ τὴν ψυχήν· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Μείζων τῆς αἰωνίου κολάσεως ὁ γέλως τῆς ἀβουλίας. Ὁ γὰρ μετ' ὀλίγον ἀνάρπαστος ἄγεσθαι μέλλων, οἷα βουλεύεται; Καθελῶ μου τὰς ἀποθήκας. Κα λῶς ποιεῖς, φαίην ἂν ἔγωγε πρὸς αὐτόν· ἄξια γὰρ καθαιρέσεως τὰ ταμιεῖα τῆς ἀδικίας. Κατάσκαπτε ταῖς ἑαυτοῦ χερσὶν, ἃ κακῶς ᾠκοδόμησας· λύε τὰ σιτοδοχεῖα, ὅθεν οὐδεὶς ἀπῆλθέ ποτε παραμυθίας τυχών· ἀφάνισον πάντα οἶκον, πλεονεξίας φύλακα, ἀποσκεύασον ὀρόφους, περίελε τοίχους, δεῖξον ἡλίῳ τὸν εὐρωτιῶντα σῖτον, ἐξάγαγε ἐκ φυλακῆς τὸν δέ σμιον πλοῦτον, θριάμβευσον τὰ σκοτεινὰ τοῦ μαμωνᾶ καταγώγια. Καθελῶ μου τὰς ἀποθήκας, καὶ μεί ζονας οἰκοδομήσω. Ἐὰν δὲ καὶ ταύτας ἐμπλή σῃς, τί ποτε ἄρα διανοηθήσῃ; ἦπου πάλιν καθ αιρήσεις, καὶ πάλιν οἰκοδομήσεις; Καὶ τί τούτων ἀνοητότερον, ἀπέραντα μοχθεῖν. οἰκοδομεῖν μετὰ σπουδῆς, καὶ μετὰ σπουδῆς καθαιρεῖν; Κἂν μὲν ἀκούσῃς, Πώλησόν σου τὰ ὑπάρ χοντα, καὶ δὸς πτωχοῖς, ἵνα ἔχῃς ἐφόδιον πρὸς τὴν αἰώνιον ἀπόλαυσιν, ἀπέρχῃ λυπούμενος· ἂν δὲ ἀκούσῃς, ∆ὸς χρήματα γυναιξὶ χλιδώσαις, δὸς λιθο ξόοις, τέκτοσι, ψηφοθέταις, ζωγράφοις, χαίρεις ὡς δή τι χρημάτων τιμιώτερον κατακτώμενος. Οὐχ ὁρᾷς τοὺς τοίχους τούτους τοὺς ὑπὸ τοῦ χρόνου καταῤ ῥυέντας, ὧν τὰ λείψανα ὥσπερ σκόπελοί τινες διὰ τῆς πόλεως πάσης ἀνέχουσι; Πόσοι ἦσαν κατὰ τὴν πόλιν πένητες τούτων ἐγειρομένων, οἳ διὰ τὴν περὶ ταῦτα σπουδὴν ὑπὸ τῶν τότε πλουσίων παρεωρῶντο; Ποῦ τοίνυν ἡ λαμπρὰ τῶν ἔργων κατασκευή; ποῦ δὲ ὁ ἐπὶ τῇ τούτων μεγαλουργίᾳ ζηλούμενος; Οὐ τὰ μὲν συγκέχυται καὶ ἠφάνισται, ὥσπερ τὰ κατὰ παιδιὰν ἐν ταῖς ψάμμοις ὑπὸ τῶν παίδων φιλοτεχνούμενα, ὁ δὲ ἐν τῷ ἅδῃ κεῖται, ἐπὶ τῇ σπουδῇ τῶν ματαίων μεταμελούμενος; Μεγάλην ἔχε τὴν ψυχὴν,