1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

26

δυναστείᾳ τῶν ὑποδεεστέρων; τί διαφέρει τοῦ τελευ ταίου ἰχθύος ὁ τῇ λαιμάργῳ φιλοπλουτίᾳ τοῖς ἀπλη ρώτοις τῆς πλεονεξίας αὐτοῦ κόλποις ἀποκρύπτων τοὺς ἀσθενεῖς; Ἐκεῖνος εἶχε τὰ τοῦ πένητος· σὺ τοῦτον λαβὼν μέρος ἐποιήσω τῆς περιουσίας ἑαυτοῦ. Ἀδίκων ἀδικώτερος ἐφάνης, καὶ πλεονεκτικώτερος πλεονέκτου. Ὅρα, μὴ τὸ αὐτό σε πέρας τῶν ἰχθύων ἐκδέξηται, ἄγκιστρόν που, ἢ κύρτος, ἣ δίκτυον. Πάντως γὰρ καὶ ἡμεῖς πολλὰ τῶν ἀδίκων διεξελθόν τες, τὴν τελευταίαν τιμωρίαν οὐκ ἀποδρασόμεθα. Ἐκ πλεονεξίας σοι κατέλιπεν ὁ πατὴρ κτήματα· ἀπόδος τῷ ἠδικημένῳ, μὴ ὡς ἰδίων ἀντιποιοῦ· ἁμαρ τίας ἐστὶ κληρονομία. Ἀδίκως καταδουλωσάμενος ὁ πατὴρ ἀφῆκέ σοι δοῦλον· δὸς αὐτῷ σὺ τὴν ἐλευθε ρίαν, ἵνα κἀκείνῳ κουφοτέραν ποιήσῃς τὴν βάσανον, καὶ σεαυτῷ τὴν ἐλευθερίαν παρασκευάσῃς. Μὴ προ φασίζου τοὺς παῖδας. Παῖδές εἰσι; θησαύριζε αὐτοῖς θησαυρὸν αἰώνιον. Κατάλειπε αὐτοῖς μνήμην ἀγα θὴν, ἢ πλοῦτον πολύν· πάντας ποίησαι τοῦ παι δὸς τοῦ σοῦ πατέρας διὰ τῆς εὐνοίας. Ἀνάγκη σέ ποτε ἀπελθεῖν τοῦ βίου· εἶτα τὸν σὸν παῖδα ἐν τῇ ἀφηλικίᾳ καταλείψεις, τῶν προεστώτων δεόμενον. Ἐὰν μὲν καλὸς καὶ ἀγαθὸς ᾖς, ἕκαστος τὸν σὸν ἔκ γονον ὥσπερ ἴδιον ἐκθρέψει· μεμνήσεται γὰρ, ὅτι καὶ σὺ ὀρφανῶν πατὴρ ἐγένου. Ἐὰν δὲ ἐν πονηρίᾳ ζήσας, καὶ πολλοὺς λυπήσας, καὶ παντὸς θηρίου χα λεπώτερος γενόμενος τοῖς συντυγχάνουσιν, ὑπεξέλ θοις τοῦ βίου, κατέλιπες τὸν σὸν ἔκγονον κοινὸν ἐχθρὸν τῶν ζώντων. Ὥσπερ γὰρ τέκνον σκορπίου ὁ 32.1192 θεασάμενος φοβεῖται, μή ποτε εἰς ἡλικίαν ἐλθὸν μιμήσηται τὸν πατέρα· οὕτω καὶ τὰ σὰ ἔκγονα πονηρίας πατρικῆς εἶναι κληρονόμα ὑποπτευόμενα, πρὶν εἰς ἡλικίαν ἐλθεῖν, παρὰ πάντων ἐπιβουλευ θήσεται. Ὡς γὰρ οἱ ποταμοὶ ἐκ μικρᾶς τῆς πρώτης ἀρχῆς ὁρμηθέντες, εἶτα ταῖς κατ' ὀλίγον προσθήκαις ἀνυπόστατον λαμβάνοντες τὴν αὔξησιν, τῷ βιαίῳ τῆς φορᾶς τὸ ἐνιστάμενον παρασύρουσιν· οὕτω δὴ καὶ οἱ πλούσιοι ἐκ μικρᾶς δυνάμεως προελθόντες, καὶ ἐκ τῶν ἤδη καταδυναστευθέντων τὴν τοῦ πλεῖον ἀδικεῖν δύναμιν προσλαμβάνοντες, τοῖς προηδικη μένοις τοὺς λειπομένους καταδουλοῦνται, καὶ γίνεται αὐτοῖς δυνάμεως αὔξησις ἡ περιουσία τῆς πονηρίας, πλείονα λόγον ἑκάστου τῶν ἠδικημένων ἔχοντος μὴ προσπαθεῖν τι κακὸν, ἢ δίκην λαβεῖν ὑπὲρ τῶν φθα σάντων. Μὴ τοίνυν ἐπιθυμήσῃς τῆς τοῦ πλησίον χώρας Μὴ αὔλακα αὔλακι προστιθεὶς, κατὰ μικρὸν αὔξανε τὴν γῆν. Ὅσον γὰρ πλατύνεις ἐκ τῆς ἀλλοτρίας προσθήκης τὴν γῆν, τοσούτῳ μακροτέραν σοι τὴν ἁμαρτίαν κατασκευάζεις. Καὶ ἡ μὲν γῆ ἐνταῦθα παραμένει, κατὰ μικρόν σοι προχωρηθεῖσα, καὶ διὰ τῆς πλεονεξίας γενομένη, οὐκ ἔτι σὴ, ἀλλὰ τῶν μετὰ σὲ, καὶ ἀφίεις ἄδικον τῷ διαδεχομένῳ τὸν βίον. Ἡ γῆ ἕστηκεν εἰς τὸν αἰῶνα· ἡ δὲ ἁμαρτία ἀκολουθήσει ὡς σκιὰ, πάσῃ ἑπομένη ψυχῇ. Ὥσπερ γὰρ ἡ σκιὰ τῷ σώματι ἕπεται, οὕτω καὶ ἡ ἁμαρτία τῇ ψυχῇ συμπέφυκεν. Ἄλλως τε ὅσοι μετὰ παρορισμοῦ τῶν πλησίον, τοὺς ὅρους τῶν οἰκείων κτήσεων ὑπερ εξέτειναν, διὰ τὸ ἀπὸ στεναγμοῦ τῶν ἠδικημένων συμπεπορίσθαι τὰς κτήσεις, ἀλλότριοι τῆς θείας ἀπεδείχθησαν εὐλογίας· ὥστε ἔνθα ζεύγη δέκα βοῶν εἰργάσατο, κατὰ τὸν Ἡσαΐαν, μόγις κεράμιον ἓν τρυγηθῆναι· καὶ ἔνθα ἓξ ἀρτάβαι κατεσπάρησαν, τρία μέτρα συνάγεσθαι τὸν καρπόν. Πονηρὸς ἐν πόλει σύνοικος, πονηρὸς ἐν ἀγροῖς ὁ πλεονέκτης. Ἡ θά λασσα οἶδε τὰ ὅρια αὐτῆς· ἡ νὺξ οὐχ ὑπερβαίνει ὁροθεσίας ἀρχαίας. Ὁ πλεονέκτης δὲ οὐκ αἰδεῖται χρόνον, οὐ γνωρίζει ὅρον, οὐ συγχωρεῖ ἀκολουθίῳ διαδοχῆς· ἀλλὰ μιμεῖται τοῦ πυρὸς τὴν βίαν, πάντα ἐπιλαμβάνων, καὶ πάντα ἐπινεμόμενος. Ὅσα ἐπι βλέπει ὁ ὀφθαλμὸς, τοσούτων ἐπιθυμεῖ ὁ πλεονέκτης. Οὐ πλησθήσεται ὁ ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὐ κορεσθήσεται φιλάργυρος τοῦ λαμβάνειν. Ὁ ᾅδης οὐκ εἶπεν, Ἀρκεῖ, οὐδ' ὁ πλεονέκτης εἶπέ ποτε· Ἀρκεῖ. Τὸ δὲ ἐντεῦθεν κέρδος τί; Ἀγρυπνίαι, μέριμναι, φροντίδες. ∆ικαστὴς προσδοκᾶται, καὶ οὗτος 32.1195 περισκοπεῖ, μὴ εἰς δικαστήρια παρασυρῇ. Βουλεύε