1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

27

ται ἐν νυκτὶ, τίνας τῶν πικρῶν συνηγόρων παρα σκευάσει, ἵνα ψευδεῖς μαρτυρίας ἐκμισθώσηται· πῶς ἐκπολιορκήσει τὸν ἐν τῇ ἐρημίᾳ, πῶς καταδυ ναστεύσει τούτου, καὶ ἐν δικαστηρίῳ τὴν ἀλήθειαν κλέψας, ἀμφοτέρους ἀναλώσει, καὶ τὸν δικαστὴν παρακρουσάμενος, καὶ τὸν ἀδικηθέντα πλεονεκτή σας. Τὸν πλοῦτον, τὸν μὲν δημοσιεύει, τὸν δὲ κατ ωρυγμένον ἔχει πρὸς ἐλπίδας τὰς ἀδήλους ἀποτιθέ μενος, ἐλπίδας τὰς οὐκ ἐλπίδας. Εἰ γὰρ πρὸς ἐλπίδας ἦν ἡ ἀπόθεσις, πρὸς τὴν αἰωνίαν ἐλπίδα ἐγένετο ἂν ἡ παρασκευή. Νυνὶ δὲ ὑποκρύπτει τῇ κλίνῃ τὸν πλοῦτον τὸν ἄδηλον, τὴν ἐπερχομένην ζημίαν ἀποστρέφειν οἰόμενος. Ἀλλ' εἰ μὲν ἥξει ποτὲ ἡ χρεία, ἄδηλον· ἥξει μέντοι καιρὸς, ἐν ᾧ μεταμεληθήσεται, μὴ οἰκο νομήσας τὸν πλοῦτον. Τοῦτο πρόδηλον, κἀγώ εἰμι ὁ ἐγγυώμενος. Τί ποιεῖς, ἄθλιε; Τῇ γῇ παραδίδως τὸν θησαυρόν. Πότε χρήσῃ τοῖς παροῦσι; πότε ἀπολαύ σεις αὐτῶν, ἀεὶ τοῖς πόνοις τῆς κτήσεως συνεχόμε νος; Οὐ προφασίζῃ μυρία, ἵνα λάβῃς τὰ τοῦ πλησίον; Ἐπισκοτεῖ μοι, φησὶ, τοῦ γείτονος ἡ οἰκία· θορύβους ἐνίησιν, ἢ τὸ ἀποπλανώμενον ὑποδέχεται. Εἰ ἐπιθυ μεῖς τῆς τοῦ γείτονος οἰκίας, γείτων δέ σοι πάντως οὐ λείψει, ἀνάγκη σε δηλονότι ἐπὶ τὰ ἔσχατα φθάσαι τῆς καθ' ἡμᾶς οἰκουμένης. Εἰ δὲ τοῦτο ἀμήχανον, ἀπὸ τῆς πρώτης ἐννοίας παῦσον σεαυτοῦ τὴν πρὸς τὸ κακὸν ὁρμὴν, ὦ ἄνθρωπε, ἀρκούμενος οἷς παρ έλαβες, ἐπιμένων οἷς ἔχεις· εἰδὼς, ὅτι καὶ μεγέθη οἰκιῶν, διὰ τὸ ἐξ ἀδικίας συστῆναι, ἔρημά ἐστι τῶν οἰκητόρων, καὶ πλῆθος χώρας ἐκ πλεονεξίας περι ληφθὲν ἄγονον πολλάκις τῶν καρπῶν ἀπεδείχθη. Προλαμβάνει γὰρ πολλάκις τὴν μέλλουσαν κρίσιν ἡ θεία δίκη, καὶ ἤδη τὰς ἀδίκως περιωρισμένας οἰ κίας εἰς ἄχρηστον περιίστησιν, ἀπὸ τῆς πολυανθρώ που οἰκήσεως καὶ τῆς λαμπρᾶς εὐθηνίας ἐρήμους τῶν οἰκητόρων ποιοῦσα. Ὁ γὰρ τῶν ἀλλοτρίων ἐρῶν μετ' οὐ πολὺ θρηνήσει, τῶν ἰδίων ἀποστερούμενος. Τί τὸν Ναυουθαὶ τὸν Ἰεζραηλίτην ἀπέκτεινεν· οὐχ ἡ τοῦ Ἀχαὰβ ἐπιθυμία τοῦ ἀμπελῶνος; Μνήσθητι τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ Ἀποκα λύπτεται ὀργὴ ἀπ' οὐρανοῦ. Μνήσθητι τῆς ἐνδόξου τοῦ Χριστοῦ παρουσίας, ὅτε ἀναστήσονται, οἱ μὲν τὰ ἀγαθὰ πράξαντες, εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα, εἰς ἀνάστασιν κρίσεως. Ἐκεῖνα λυπείτω σε, καὶ μὴ λυπείτω σε ἡ τοῦ Θεοῦ ἐντολή. Πῶς σε δυσωπήσω; τί φθέγξομαι; Βασιλείας οὐκ ἐπι θυμεῖς, γέενναν οὐ φοβῇ· πόθεν εὑρεθῇ ἴασις τῇ ψυχῇ σου; Εἰ γὰρ τὰ φρικτὰ οὐ φοβεῖ, τὰ φαι δρὰ οὐ προτρέπεται, λιθίνη καρδίᾳ διαλεγόμεθα. 32.1196 Ἐβουλόμην σε μικρὸν ἀναπνεῦσαι τῶν ἔργων τῆς ἀδικίας, ὦ πλεονέκτα, καὶ δοῦναι σχολὴν τοῖς ἑαυτοῦ λογισμοῖς, ὥστε ἐνθυμηθῆναι, πρὸς ποῖον πέρας ἡ σπουδὴ τῶν γινομένων συντέτακται. Ἔχεις γῆς ἀροσίμης πλέθρα τόσα καὶ τόσα, γῆς πεφυτευμένης τοσαῦτα ἕτερα, ὄρη, πεδία, νάπας, ποταμοὺς, λιβάδας. Τί οὖν μετὰ ταῦτα; Οὐχὶ τρεῖς σε πήχεις ἀναμένου σιν; οὐχὶ λίθων ὀλίγων βάρος ἀρκέσει πρὸς φυλακὴν τῇ δυστήνῳ σαρκί; Ὑπὲρ τίνος παρανομεῖς; τί συν άγεις χερσὶν ἀκαρπίαν, καὶ ὕλην τῷ αἰωνίῳ πυρί; Οὐ νήψεις ποτὲ ἀπὸ τῆς μέθης ταύτης; οὐχ ὑγιανεῖς τοὺς λογισμούς; οὐχ ἑαυτοῦ γενήσῃ; οὐ πρὸ ὀφθαλ μῶν λήψῃ τὸ τοῦ Χριστοῦ δικαστήριον; Τί ἀπολογήσῃ, ἐπειδάν σε κύκλῳ περιστάντες οἱ ἠδικημένοι κατα βοῶσί σου ἐπὶ τοῦ δικαίου κριτοῦ; Τί ποιήσεις; ποίους συνηγόρους μισθώσῃ; ποίους μάρτυρας παρα στήσεις; πῶς παραπείσεις τὸν ἀπαραλόγιστον δικα στήν; Οὐκ ἔνι ῥήτωρ ἐκεῖ, οὐκ ἔνι πιθανότης ῥη μάτων, κλέψαι δυναμένη τοῦ δικαστοῦ τὴν ἀλήθειαν· οὐκ ἀκολουθοῦσιν οἱ κόλακες, οὐ τὰ χρήματα, οὐχ ὁ ὄγκος τοῦ ἀξιώματος. Ἔρημος φίλων, ἔρημος βοη θῶν, ἀσυνηγόρητος, ἀναπολόγητος, κατῃσχυμμέ νος ἀπολειφθήσῃ, σκυθρωπὸς, κατηφὴς, μεμονωμέ νος, ἀπαῤῥησίαστος. Ὅπου γὰρ ἂν περιαγάγῃς τὸν ὀφθαλμὸν, ἐναργεῖς ὄψει τῶν κακῶν τὰς εἰκόνας· ἔν θεν τοῦ ὀρφανοῦ τὰ δάκρυα, ἐκεῖθεν τῆς χήρας τὸν στεναγμὸν, ἑτέρωθεν τοὺς κατακονδυλισθέντας ὑπὸ σοῦ πένητας, τοὺς οἰκέτας οὓς κατέξαινες, τοὺς γείτονας οὓς παρώργιζες. Πάντα σοι ἐπαναστήσεται, καὶ πονηρὸς