1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

28

χορὸς τῶν κακῶν σου πράξεων περι στοιχίσεταί σε. Οὐκ ἔστιν ἄρνησις ἐκεῖ, ἀλλὰ ἐμφράσσεται πᾶν στόμα ἀναίσχυντον. Αὐτὰ γὰρ ἑκάστου καταμαρτυρεῖ τὰ πράγματα, οὐ φωνὴν ἀφιέντα, ἀλλὰ τοιαῦτα φαινόμενα οἷα ὑφ' ἡμῶν κατ εσκεύασται. Φύγωμεν τοιγαροῦν τὸ τῆς πλεονεξίας χαλεπώτατον πάθος, ὅση δύναμις· φύγωμεν, ἵνα καὶ τὴν ἀπειλουμένην ἡμῖν τιμωρίαν φύγωμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύ ματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{1ΠΕΡΙ ΑΜΑΡΤΙΑΣ.}1

{1ΛΟΓΟΣ Ζʹ.}1 Πολὺν, ἀγαπητοὶ, καὶ ποικίλον ἐφ' ἡμέραν ἡμῖν ὁ τῆς ἀληθείας ἐχθρὸς

προσάγει τὸν πόλεμον. Προσ άγει δὲ, ὡς ἴστε, τὰς ἡμετέρας ἐπιθυμίας καθ' ἡμῶν βέλη ποιούμενος, καὶ παρ' ἡμῶν εἰς τὸ βλάπτειν ἡμᾶς ἀεὶ λαμβάνων ἰσχύν. Καὶ καθάπερ οἱ πονηροὶ καὶ πλεονεκτικοὶ τῶν ἀνθρώπων, οἷς ἔργον μέν ἐστι καὶ προαίρεσις ἐκ τῶν ἀλλοτρίων πλουτεῖν, δύναμις δὲ οὐ πάρεστιν ὥστε μετὰ παῤῥησίας βιάζεσθαι, ταῖς 32.1197 ὁδοῖς ἐφορεύειν εἰώθασι· καὶ εἰ ἰδωσί τι χωρίον περὶ αὐτὰς, ἢ φάραγξι βαθείαις διεῤῥωγὸς, ἢ φυτῶν πυ κνότητι σύσκιον, εἰς τοῦτο καταδυόμενοι, καὶ τὴν ἐκ πολλοῦ πρόοψιν τῶν ὁδοιπορούντων τοιούτοις ὑπο τεμνόμενοι προκαλύμμασιν, ἀθρόως ἐπιπηδῶσιν αὐ τοῖς, ὥστε μὴ δυνηθῆναί τινας τοὺς τοῦ κινδύνου βρόχους ἰδεῖν, πρὶν εἰς τούτους ἐμπεσεῖν· οὕτως ὁ δυσμενὴς ἄνωθεν ἡμῖν καὶ πολέμιος διάβολος, τὰς τῶν κοσμικῶν τέρψεων ὑποτρέχων σκιὰς, αἳ περὶ τὴν ὁδὸν τοῦ βίου πεφύκασι δειναὶ κρύψαι λῃστὴν, καὶ τὸν ἐπιβουλεύοντα ποιῆσαι λαθεῖν, ἐντεῦθεν ἀπρο όπτως τὰς τῆς ἀπωλείας ὑποσπείρει παγίδας ἡμῖν. Ἀλλ' ὥσπερ οἱ τῶν πόλεων περίβολοι, κύκλῳ πᾶσι περικείμενοι, πάντοθεν τὰς τῶν πολεμίων προσβολὰς ἀπείργουσιν· οὕτω καὶ ὁ φυλάσσων ἡμᾶς ἄγγελος καὶ προτειχίζει ἐκ τῶν ἔμπροσθεν, καὶ ὀπι σθοφυλακεῖ, καὶ οὐδὲ τὰ ἑκατέρωθεν ἀφύλακτα καταλείπει· ἀλλ' ἀεὶ παρεδρεύει τοῖς πεπιστευ κόσιν ἐπὶ τὸν Κύριον, ἐὰν μή ποτε αὐτὸν ἡμεῖς ἐκ τῶν πονηρῶν ἔργων ἀποδιώξωμεν. Ὡς γὰρ τὰς μελίσσας καπνὸς φυγαδεύει, καὶ τὰς περιστερὰς ἀπελαύνει δυσωδία οὕτω καὶ τὸν φύλακα τῆς ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἀφίστησιν ἁμαρτία. Εὐχῆς μὲν οὖν ἄξιον, μὴ προσάψασθαι τοῦ κα κοῦ· δεύτερος δὲ πλοῦς, εὐθὺς μετὰ τὴν πεῖραν ὥσπερ ἰοβόλου πληγὴν ἀποφεύγειν. Οἶδα γάρ τινας ἐν νεότητι πρὸς τὰ τῆς σαρκὸς πάθη κατολισθήσαν τας, καὶ μέχρι πολιᾶς αὐτῆς διὰ συνήθειαν τοῦ κακοῦ, ταῖς ἁμαρτίαις παραμείναντας. Ὥσπερ γὰρ οἱ ἐν βορβόρῳ κυλινδούμενοι χοῖροι ἀεὶ προσπλάτ τουσιν ἑαυτοῖς τὸν πηλὸν, οὕτως οὗτοι τὸ ἐκ τῆς ἡδονῆς αἶσχος καθ' ἑκάστην ἡμέραν προσαναμάσ σονται. Ἡ γὰρ ἁμαρτία, ἕως μὲν ὠδίνεται, ἔχει τινὰ αἰσχύνην· ἐπειδὰν δὲ τελεσθῇ, τότε ἀναισχυν τοτέρους ποιεῖ τοὺς ἐργαζομένους αὐτήν. Ἕως μὲν οὖν μικρὰ ἁμαρτάνομεν καὶ ὀλίγα, ὥσπερ τὰ φυτὰ ὑπὸ πραείας αὔρας περιδονούμενοι, ἠρέμα πως σαλευόμεθα· ἐπειδὰν δὲ πλείω καὶ μείζονα ᾖ τὰ κακὰ, κατὰ τὴν ἀναλογίαν τῆς τῶν ἁμαρτη μάτων αὐξήσεως καὶ ὁ σάλος ἐπιτείνεσθαι πέφυκε. Καὶ οἱ μὲν ἐπὶ πλέον σαλεύονται· οἱ δὲ μέχρι τοῦ καὶ αὐτόῤῥιζοι ἀνατραπέντες καταβληθῆναι, ὅταν λαίλαπος πάσης βιαιότερον τὰ πνευματικὰ τῆς πο νηρίας τὰς οἱονεὶ ῥίζας τῆς ψυχῆς, αἷς ἐπεστήρικτο τῇ πίστει τῇ κατὰ Θεὸν, ἀποῤῥήξῃ. Τῷ μὲν γὰρ ἀκουσίως τοῦ προσήκοντος ἁμαρτόντι κἂν συγγνώμη τις ἴσως παρὰ τοῦ Θεοῦ γένοιτο· τῷ δὲ ἐξεπίτηδες τὰ χείρω προελομένῳ οὐδεμία παραίτησις, τὸ μὴ οὐχὶ πολλαπλασίω τὴν κόλασιν ὑποσχεῖν. Καὶ γὰρ τῶν ἁμαρτανομένων τὰ μὲν