1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

29

ἀκούσιά ἐστι, τὰ δὲ ἀπὸ γνώ μης πονηρᾶς ἁμαρτάνεται. Ἄλλως οὖν τὰ ἀκούσια τυγχάνει συγγνώμης, καὶ ἄλλως τὰ ἐκ μοχθηρᾶς 32.1200 προαιρέσεως κατακρίνεται. Ὁ μὲν γάρ τις ἥμαρτε, πονηρῶς τὸ ἐξ ἀρχῆς τεθραμμένος· καὶ γὰρ καὶ ὑπὸ γονέων ἀδίκων εἰς τὸν βίον παρήχθη, καὶ συν ετράφη καὶ ῥήμασι καὶ πράξεσι παρανόμοις. Ἄλλος δὲ πολλὰ ἔχων τὰ προκαλούμενα αὐτὸν εἰς ἀρετὴν, ἀνατροφὴν σεμνοτάτην, νουθέτησιν γονέων, διδα σκάλων ἀκρίβειαν, ἀκρόασιν λόγων θειοτέρων, δίαιταν κατεσταλμένην, τἄλλα οἷς ψυχὴ παιδαγωγεῖ ται πρὸς ἀρετήν· εἶτα καὶ αὐτὸς εἰς τὴν αὐτὴν ἁμαρτίαν ὑπώλισθε. Πῶς οὖν οὐχὶ βαρυτέρας δι καίως ὁ τοιοῦτος τῆς τιμωρίας ἀξιωθήσεται; Ὁ μὲν γὰρ ἐπὶ μόναις ταῖς κατεσπαρμέναις ἐν ταῖς ἐννοίαις ἡμῶν σωτηρίοις ἀφορμαῖς ἐγκληθήσεται, ὡς οὐ χρη σάμενος αὐταῖς ὑγιῶς· ὁ δὲ πρὸς τούτῳ, καὶ ὡς προδεδωκὼς πᾶσαν τὴν δεδομένην αὐτῷ συνεργίαν καὶ δι' ἀπροσεξίαν εἰς τὸν πονηρὸν βίον κατασυρείς. Ποῖα οὖν τῶν ἁμαρτημάτων συγγνώμην ἔχειν δύναται παρὰ τῷ Θεῷ; πόσα δὲ καὶ πηλίκα ἁμαρ τήσας τις, ὑπεύθυνος γίνεται τῷ κρίματι τῆς ἀπει θείας; Οὔτε ἐν τῷ πλήθει τῶν ἁμαρτανομένων, οὔτε ἐν τῷ μεγέθει τῶν ἁμαρτημάτων, ἐν μόνῃ δὲ τῇ παραβάσει οὑτινοσοῦν προστάγματος σαφῶς κρίνο μεν τὴν πρὸς Θεὸν ἀπείθειαν, καὶ κοινὸν κατὰ πάσης παρακοῆς τοῦ Θεοῦ τὸ κρῖμα εὑρίσκομεν, τὰς θείας ἀναλαβόντες Γραφάς. Ἐν μὲν τῇ Παλαιᾷ τὸ φοβερὸν ἐκεῖνο τοῦ Ἄχαρ ἀναγινώσκοντες τέλος, ἢ τὴν κατὰ τὸν ἐν Σαββάτῳ ξύλα ἀναλέξαντα ἱστορίαν· ὧν ἑκάτερος οὐδὲν οὐδέποτε ἄλλο οὐκ εἰς Θεὸν ἡμαρ τηκὼς, οὐκ ἄνθρωπον ἠδικηκὼς, οὐ μέγα, οὐ μικρὸν ὅλως, εὑρίσκεται. Ἀλλ' ὁ μὲν ἐπὶ μόνῃ καὶ πρώτῃ τῶν ξύλων συλλογῇ ἀπαραίτητον δίδωσι τὴν δίκην, οὐδὲ μετανοίας τόπον εὑρών· προστάγματι γὰρ Θεοῦ παρὰ παντὸς τοῦ λαοῦ παραχρῆμα λιθοβολεῖται. Ὁ δὲ, ὅτι μόνον ὑφείλετό τι τῶν ἀναθημάτων, οὔπω δὲ εἰσενεχθέντων εἰς τὴν συναγωγὴν, οὐδὲ προσδε χθέντων ὑπὸ τῶν ἐπιτεταγμένων τὰ τοιαῦτα, αἴτιος ἀπωλείας, οὐχ ἑαυτῷ μόνῳ, ἀλλὰ καὶ γαμετῇ καὶ τέκνοις, πρὸς δὲ καὶ αὐτῇ σκηνῇ, σὺν πᾶσι τοῖς ἰδίοις ἐγένετο. Ἔμελλε δὲ ἤδη θᾶττον καὶ τὸν λαὸν ἅπαντα, πυρὸς τρόπον, ἐπινέμεσθαι τῆς ἁμαρτίας τὸ κακὸν, καὶ ταῦτα, οὔτε εἰδότα τὸ γεγονὸς, οὔτε συν εγνωκότα τῷ ἁμαρτήσαντι, εἰ μὴ ταχέως ἐκ τῆς πτώσεως τῶν ἀναιρεθέντων ἀνδρῶν συνετρίβη μὲν ὁ λαὸς αἰσθόμενος τῆς ὀργῆς τοῦ Θεοῦ, ἔπεσε δὲ ἅμα τοῖς πρεσβυτέροις καταπασάμενος χοῦν Ἰησοῦς ὁ τοῦ Ναυῆ· καὶ οὕτω διὰ κλήρου φωραθεὶς ὁ ἔνοχος τὴν εἰρημένην δέδωκε δίκην. Τί δὲ Μαρία ἡ ἀδελφὴ Μωϋ σέως, Αὕτη κατὰ Μωϋσέως ἐπειδὴ εἶπέ τι μόνον ἐν καταγνώσεως μέρει, καὶ τοῦτο ἀληθὲς (γυναῖκα γὰρ, φησὶν, Αἰθιόπισσαν ἔλαβεν ἑαυτῷ), τοσαύτης ἐπει ράθη τῆς τοῦ Θεοῦ ἀγανακτήσεως, ὡς μηδὲ αὐτοῦ τοῦ Μωϋσέως ἱκετεύοντος συγχωρηθῆναι αὐτῇ τῆς ἁμαρτίας τὸ ἐπιτίμιον. Καὶ τί δεῖ περὶ τούτων λέ 32.1201 γειν, αὐτὸν τοῦτον ἀφέντας Μωϋσέα, τὸν τοῦ Θεοῦ θεράποντα, τὸν μέγαν ἐκεῖνον, τὸν τοσαύτης μὲν καὶ τηλικαύτης ἀξιωθέντα παρ' αὐτοῦ τιμῆς, οὕτω δὲ ὑπὸ αὐτοῦ μαρτυρηθέντα, ὡς ἀκοῦσαι, Οἶδά σε παρὰ πάντας, καὶ εὕρηκας χάριν ἐνώπιόν μου, Οὗτος γὰρ ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας, οὐδενὸς ἕνεκεν ἑτέρου, ἢ ἵνα μόνον εἴπῃ τῷ λαῷ γογγύζοντι δι' ἀπορίαν ὕδατος, Μὴ ἐκ ταύτης τῆς πέτρας ἐξάξω ὑμῖν ὕδωρ; τούτου μόνου ἕνεκεν εὐθὺς ἀπειλὴν παρὰ τοῦ Θεοῦ δέχεται, εἰς τὴν γῆν τῆς ἐπαγγελίας οὐκ εἰσελεύσεσθαι, ἥτις ἦν τότε τῶν πρὸς Ἰουδαίους ἐπαγγελιῶν τὸ κεφάλαιον. Ὅταν οὖν ἴδω τοῦτον παρακαλοῦντα, καὶ μὴ συγχωρούμενον ὅταν ἴδω μηδεμιᾶς συγγνώμης διὰ τὰ τοσαῦτα κατορθώματα ἐπὶ τῷ βραχεῖ ἐκείνῳ καταξιούμενον ῥήματι· οὐχὶ ὄντως ὁρῶ Θεοῦ ἀποτομίαν, κατὰ τὸν Ἀπόστολον; οὐχὶ κἀκεῖνο ἀληθὲς εἶναι πεισθήσομαι, τὸ, Εἰ ὁ δί καιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; Καὶ τί ταῦτα λέγω; Ἡλεὶ ὁ ἱερεὺς ὑπὲρ τοῦ ἰδίου βίου μηδὲν ἐγκαλούμενος, ὅτι μὴ τοῖς υἱοῖς ἐπεξῆλθε σφοδρότερον, τοιαύτην ἐκίνησεν ὀργὴν τῇ μακροθυμίᾳ