1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

30

τοῦ Θεοῦ, ὥστε ἐπαναστάντων ἀλλοφύ λων, τοὺς μὲν υἱοὺς αὐτοῦ ἐκείνους ἀναιρεθῆναι κατὰ τὸν πόλεμον ἐν μιᾷ ἡμέρᾳ, ἡττηθῆναι δὲ σύμπαντα τὸν λαὸν, καὶ τούτων πεσεῖν ἱκανοὺς, γενέσθαι δὲ καὶ περὶ τὴν κιβωτὸν τῆς ἁγίας τοῦ Θεοῦ διαθήκης, ἃ μήτε ἠκούσθη ποτὲ πρότερον· ὥστε, ἧς οὔτε Ἰσραηλίταις, οὔτε μὴν αὐτοῖς τοῖς ἱερεῦσιν ἅπασιν, οὐδὲ πάντοτε ἅπτεσθαι θεμιτὸν ἦν, οὐδὲ τόπος αὐ τὴν ὁ τυχὼν ὑπεδέχετο, ταύτην ὑπὸ χειρῶν ἀσε βῶν ἄλλοτε ἀλλαχόθεν μετακομίσεσθαι, καὶ ἀντὶ τῶν ἁγίων, εἰδώλων ναοῖς ἀποτίθεσθαι. Ἐφ' οἷς πό σον τινὰ συνέβαινεν εἶναι καὶ κατ' αὐτοῦ τοῦ ὀνόμα τος τοῦ Θεοῦ γέλωτα καὶ χλεύην παρὰ τοῖς ἀλλοφύ λοις, στοχάζεσθαι πάρεστιν. Ἐπὶ τούτοις καὶ αὐτὸς ὁ Ἡλεὶ τέλει χρησάμενος οἰκτροτάτῳ, ἀπειλὴν ἐδέ ξατο τοῦ καὶ τὸ σπέρμα αὐτοῦ ἀποκινηθήσεσθαι τοῦ ἱερατικοῦ ἀξιώματος· ὅπερ καὶ γέγονε. Καίτοι, τοῦ μὲν ἰδίου βίου ἕνεκεν, οὐδὲν ᾐτιάθη ὁ πρεσβύτης ποτέ. Καὶ αὐτοῖς δὲ τοῖς υἱοῖς οὐχ ὑπέμεινεν ἐφ ησυχάσαι· ἀλλὰ πολλὰ μὲν παρῄνει, περὶ τοῦ μηκέτι τοῖς ὁμοίοις ἐμμένειν, Μὴ τέκνα, λέγων, μή· οὐκ ἀγαθαὶ αἱ ἀκοαὶ, ἃς ἐγὼ ἀκούω περὶ ὑμῶν. Ὅμως ἐπειδήπερ οὐχὶ τὸν πρέποντα ζῆλον κατ' αὐτῶν ἐπ εδείξατο, ἑαυτῷ τε κἀκείνοις, καὶ τῷ λαῷ, τοσαύτην τὴν τοῦ Θεοῦ ἀνῆψεν ὀργήν. Καίτοι ἔοικεν ὁ μὲν ἔλεγχος τέλος ἔχειν τὴν διόρθωσιν τοῦ ἁμαρτάνοντος· ὁ δὲ ὀνειδισμὸς ἐπὶ ἀσχημοσύνῃ τοῦ ἐπταικότος γί νεσθαι. Εἰ γὰρ καὶ τὰ πλεῖστα κατωρθωκέναι δοκεῖ τις, ὀλίγων δέ που, ἢ καὶ μιᾶς ἡστινοσοῦν ἐντολῆς ἀμελήσει, ἢ τῷ πλημμελήσαντι ἀδιαφόρως ἐφησυχάσει, καὶ μὴ ζῆλον ἀγαθὸν κατὰ τὸ κρῖμα τοῦ Θεοῦ ἐπιδεί ξεται, ἐπὶ ταύτῃ μόνῃ δικαίως ὑφέξει. Κἂν ἐξ ἀγνοίας πάθῃ τι τοιοῦτον, οὐδὲ οὕτως ἀτιμώρητος διαφεύγει. 32.1204 Τοιαῦτα μὲν οὖν ὅτι πλεῖστα κατὰ τὴν Παλαιὰν ∆ιαθήκην εὑρίσκομεν κατὰ πάσης παρακοῆς τὰ κρί ματα· οὐχ ἧττον δὲ τούτων ἐν τῇ Καινῇ ἐρχόμενος, ἀλλὰ καὶ πολλῷ πλείω καταμανθάνω τοῦ κρίματος τὴν σφοδρότητα, οἷον· Ὁ δοῦλος ὁ γνοὺς τὸ θέλη μα τοῦ κυρίου αὑτοῦ, καὶ μὴ ποιήσας, δαρήσε ται πολλάς· ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας· καὶ ὅλως οὐκ ἀπολύ σαντος μὲν τοῦ Χριστοῦ οὔτε τὸν κατ' ἄγνοιαν ἡμαρ τηκότα τῆς τιμωρίας, σφοδρότερον δὲ κατὰ τῶν ἐν γνώσει τὴν ἀπειλὴν ἐπιτείναντος. Καὶ πάλιν, Ὁ οὐ ρανὸς, φησὶ, καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Καὶ ὁ μακάριος ἀπό στολος Παῦλός φησι· Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Πᾶν ὕψωμα καὶ πᾶν νόημα, οὐχὶ τοῦτο, ἢ ἐκεῖνο. Καὶ ἐν ἑτοίμῳ ἔχον τες ἐκδικῆσαι πᾶσαν παρακοήν. Καὶ ἀλλαχοῦ πά λιν· Οἱ τὰ τοιαῦτα πράσσοντες, ἄξιοι θανάτου εἰσίν· καὶ πάλιν· Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις. Ὥστε οὐδὲν ἀνεκδίκητον ἀφίεται παρὰ τῷ Θεῷ. Εἰ δὲ ταῦτα λόγοι μόνον, καὶ οὐ πράγματα· ἰδοὺ ὁ τὴν γυναῖκα τοῦ πατρὸς ἐν Κορίνθῳ ἔχων, οὐδὲν ἕτερον ἐγκληθεὶς, ἐπὶ τούτῳ μόνῳ οὐ μόνον αὐτὸς πα ραδίδοται τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἄχρις ἂν τοῖς ἀξίοις καρποῖς τῆς μετανοίας διορθώσηται τὸ πλημμέλημα, ἀλλὰ καὶ πᾶσα ὁμοῦ ἡ Ἐκκλησία, ἐπεὶ μὴ ἐπεξῆλθε τῷ ἁμαρτήματι, ἐκείνοις περι βάλλεται τοῖς ἐγκλήμασι. Τί δὲ Ἀνανίας ὁ ἐν ταῖς Πράξεσι; τί ἄλλο κακὸν πεποιηκὼς εὑρίσκε ται, ἢ ἐκεῖνο αὐτό; Ποῦ νῦν τοσαύτης ὀργῆς ἄξιον φαίνεται; Ἴδιον κτῆμα πωλήσας, ἤνεγκε τὰ χρή ματα θεῖναι παρὰ τοὺς πόδας τῶν ἀποστόλων, νοσφισάμενος ἀπὸ τῆς τιμῆς, καὶ ἐπὶ τούτῳ παρ' αὐτὴν τὴν ὥραν ἅμα τῇ γυναικὶ θανάτῳ καταδικά ζεται, οὐδὲ τοὺς περὶ μετανοίας λόγους ἐπὶ τῷ ἁμαρτήματι μαθεῖν καταξιωθεὶς, οὐ τοῦ κατανυ γῆναι γοῦν ἐπὶ τούτῳ καιρὸν εὑρὼν, οὐ τοῦ μετα νοῆσαι προθεσμίαν λαβών. Ὁ δὲ τοῦ τοιούτου καὶ τηλικούτου κρίματος ὑπηρέτης, ὁ μακάριος Πέ τρος, ὁ πάντων μὲν τῶν μαθητῶν προκριθεὶς, μό νος δὲ πλείω τῶν ἄλλων μαρτυρηθεὶς καὶ μακαρι σθεὶς, ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν πι στευθεὶς, ὅταν ἀκούῃ παρὰ τοῦ Κυρίου, Ἐὰν μὴ νίψω