1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

31

σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ, ποίαν ἄρα καὶ τὴν ὁπωσοῦν λιθίνην καρδίαν οὐ δυσωπήσει πρὸς φόβον τῶν τοῦ Θεοῦ κριμάτων; καὶ ταῦτα, οὐδὲ μιᾶς μὲν ἁμαρτίας, οὐδὲ μιᾶς καταφρονήσεως ἔμ φασιν δοὺς, τιμῇ δὲ μᾶλλον τῇ περὶ τὸν ∆εσπότην ὑπερβαλλούσῃ χρησάμενος, καὶ τὴν προσήκουσαν 32.1205 δούλῳ καὶ μαθητῇ εὐλάβειαν ἐπιδειξάμενος. Ἰδὼν γὰρ τὸν ἑαυτοῦ καὶ πάντων Κύριον, καὶ Θεὸν, καὶ βασιλέα, καὶ Σωτῆρα, καὶ ὁμοῦ τὰ πάντα, ἐν ὑπ ηρέτου σχήματι διαζωσάμενον τὸ λέντιον, καὶ νίπτειν τοὺς πόδας αὐτοῦ βουλόμενον, εὐθὺς ὥσπερ εἰς συν αίσθησιν ἐλθὼν τῆς οἰκείας ἀναξιότητος, καὶ τὸ ἀξίωμα τοῦ προσερχομένου καταπλαγεὶς, ἐξεβόησε· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; καὶ πάλιν· Οὐ μή μου νίψῃς τοὺς πόδας εἰς τὸν αἰῶνα. Ἐπὶ τούτῳ τὴν τοσαύτην ἐκδέχεται ἀπειλὴν, ὡς εἰ μὴ ἔφθασε τῇ ταχύτητι καὶ σφοδρότητι τῆς ὑπακοῆς διορθωσάμενος τὴν ἀντιλογίαν, οὐδὲν ἂν αὐτῷ τῶν παρὰ τοῦ Κυρίου μακαρισμῶν τε καὶ δωρεῶν καὶ ἐπαγγελιῶν, οὐδὲ αὐτὴ ἡ τοῦ Θεοῦ καὶ Πατρὸς τῆς τοιαύτης καὶ τοσαύτης εἰς τὸν μονογενῆ Υἱὸν εὐδοκίας ἀποκάλυψις ἤρκεσε παραμυθήσασθαι τὴν παροῦσαν ἀπείθειαν. Ἀλλὰ ταῦτα μὲν ἐὰν θέλω καταλέγειν, ὅσα εὑ ρίσκω ἔκ τε τῆς Παλαιᾶς καὶ Καινῆς ∆ιαθήκης, ἐπι λείψει με τάχα διηγούμενον ὁ χρόνος. Πλὴν ἐκεῖνο μόνον πρὸς τὸ παρὸν μνημονεῦσαι ἀναγκαῖον, τὸ ἐν τῇ μεγάλῃ καὶ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ πρὸς τοὺς ἐξ ἀριστερῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἱσταμένους λεχθὲν παρ' αὐτοῦ· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ, καὶ τοῖς ἀγγέλοις αὐ τοῦ· οὐχ ὅτι ἐφονεύσατε, ἢ ἐπορνεύσατε, ἢ ἐψεύ σασθε, ἤ τινα ἠδικήσατε, ἢ ἄλλο τι τῶν ἀπηγορευ μένων, κἂν τὸ βραχύτατον γοῦν, ἐπράξατε, ἀλλ' ὅτι τῶν ἀγαθῶν ἔργων ἠμελήσατε. Ἐπείνασα γὰρ, φησὶ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. Ὁ τοίνυν μὴ ἐκθηλυνόμενος, μηδὲ κατακαμπτόμενος ὑπὸ τῆς ἐγκρατείας, πᾶσαν φυγὴν ἁμαρτημάτων κατώρθωσεν· εἰ δὲ τὰ μὲν πλεῖστα ἔφυγεν, ὑφ' ἑνὸς δὲ κρατεῖται, οὐκ ἐγκρα τὴς ὁ τοιοῦτος, ὡς οὔτε ὑγιὴς ὁ ἑνὶ σωματικῷ πάθει παρενοχλούμενος· οὔτε ἐλεύθερος ὁ ὑφ' ἑνὸς καὶ τοῦ τυχόντος κυριευόμενος. Τοῖς μὲν οὖν ἰάσιμα ἁμαρτάνουσιν ἀπειλεῖ ὁ λόγος, ἐπισκέπτεσθαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδι κίας αὐτῶν· τοῖς δὲ ἀνιάτως ἔχουσι λέγει· Τί ἔτι πληγῆτε, πάσας διεξεληλυθότες τὰς πληγάς; Πασῶν κατεφρονήσατε τῶν ἐπιστρεπτικῶν μαστίγων, συν τριμμὸς ὑμᾶς μένει. Τῶν δὲ περιστατικῶς συμ βαινόντων τινὰ μὲν ἁμαρτημάτων ἕνεκα γίνεται· τινὰ δὲ εἰς διόρθωσιν τοῦ ἤθους τῶν πειραζομένων· ἄλλα δὲ ὑπὲρ τοῦ ἐκτριβῆναι τοὺς ἀπεγνωσμένους, ὡς ἐπὶ τοῦ Φαραώ. Τούτοις γὰρ οὐκέτι πληγαὶ, οὐδὲ μάστιγες, ἀλλ' ἀφανισμὸς ἀπειλεῖται. Τί ἔτι πληγῆτε, ὧν καὶ τὰ σώματα καὶ αἱ ψυχαὶ μεμα στίγωνται, καὶ οὐδαμοῦ ἡ διόρθωσις; ἔστι δὲ πολ λάκις καὶ ἡ νόσος ὠφέλιμος, ὅταν παιδαγωγεῖν μέλ 32.1208 λῃ τὸν ἁμαρτάνοντα· καὶ ἡ ὑγεία βλαβερὰ, ὅταν ἐφόδιον γίνηται πρὸς ἁμαρτίαν τῷ ἔχοντι. Οὕτω καὶ τὰ χρήματα ἤδη τισὶν ὑπηρεσία πρὸς ἀκολασίαν ἐγένετο, καὶ πενία πολλοὺς ἐσωφρόνισε τῶν ὡρμη μένων κακῶς. Μήτε οὖν φύγῃς ἃ μὴ δεῖ, μήτε προσφύγῃς ᾧ μὴ δεῖ· ἀλλ' ἕν σοι φευκτὸν ἤτω, ἡ ἁμαρτία καὶ μία καταφυγὴ ἐκ τῶν κακῶν, ὁ Θεός. Οἱ μέντοι πολλοὶ τῶν ἀνθρώπων καὶ λήθην ποιοῦνται τῶν προτέρων ἁμαρτημάτων, ἀδιαφο ροῦντες ἐπ' αὐτοῖς καὶ καταφρονοῦντες, ὡς μηδε μιᾶς ἐκδικήσεως γενησομένης. Ὁ δὲ τὸ δικαστήριον τοῦ Θεοῦ πρὸ ὀφθαλμῶν διὰ παντὸς ἔχων, καὶ πε πεισμένος, ὅτι πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον, ἐν ἀγωνίᾳ καθέστηκε πάντοτε, καὶ τὴν ἀλγηδόνα τῇ ἑαυτοῦ ψυχῇ ταύτην ἵστασθαι φροντίζων, αὐ τὸς ἑαυτοῦ κατηγορεῖ διὰ τῶν πρὸς τὸν Θεὸν ἐξ ομολογήσεων, κατὰ τὸν λέγοντα· Ἡ ἀλγηδών μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Πολλοὶ δὲ καὶ ἐπι