1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

32

στρέψαντες ἀπὸ πονηρῶν ἔργων, οἱονεὶ τὰς μνή μας τῶν παλαιῶν ἔργων παρακατέχοντες, δι' αὐ τῶν πολλάκις ἀνανεοῦνται τὴν ἡσυχάζουσαν ἁμαρ τίαν. Κακία γὰρ σιωπηθεῖσα, νόσος ὕπουλός ἐστιν ἐν τῇ ψυχῇ. Ἡ δὲ ἄνεσις τῶν ἁμαρτωλῶν κατὰ ἐγκατάλειψιν γίνεται. Ὧν μὲν γὰρ προνοεῖται ὁ λόγος, φησιν· Οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκα ταλείπω· ὧν δ' ἂν παντελῶς ἀπογνῷ, τούτους ἀν έτους ἀφίησι ποιεῖν τὰ θελήματα τῆς σαρκὸς, καὶ τῶν διανοιῶν αὐτῶν, ὡς τῆς παιδευτικῆς ἀνωφελοῦς αὐτοῖς ἐσομένης. Καὶ γὰρ ἐπεὶ ὑπὲρ τραῦμα καὶ μώλωπα καὶ πληγὴν φλεγμαίνουσαν ἡ ἁμαρτία ἐστὶν, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι ὡς πρὸς τὴν πληγὴν, οὐδὲ ἔλαιον ὡς πρὸς τὰ τραύματα· οὐδὲ χρεία τῆς ἀπὸ τούτων βοηθείας· μείζονα γὰρ, φησὶ, τὰ συμπτώματα ἢ ὥστε τούτοις ἐνδοῦναι. Καὶ ἐπει δὴ ὅλον τὸ ἔθνος ἁμαρτωλὸν, καὶ πᾶς ὁ λαὸς πλήρης ἀνομιῶν, διὰ τοῦτο καὶ ἡ κόλασις ἐπὶ πάν τας πολλάκις ἔφθασε. Καὶ πᾶσα καρδία λυπηρὰ γέγονεν, εἰς αἰχμαλωσίαν ἀγομένου τοῦ λαοῦ διὰ τὸ ἁμαρτήματα. Ὥσπερ οὖν τῆς τομῆς, ἢ τοῦ καυ τῆρος, οὐχ ὁ ἰατρὸς αἴτιος, ἀλλ' ἡ νόσος· οὕτω καὶ οἱ τῶν πόλεων ἀφανισμοὶ, ἐκ τῆς ἀμετρίας τῶν ἁμαρτανομένων τὴν ἀρχὴν ἔχοντες, τὸν Θεὸν ἁπά σης μέμψεως ἀπολύουσιν. Ἔρχεται γὰρ καὶ δι' ὀλίγους κακὰ, καὶ μοχθη ρίας τινὸς παραπήλαυσε δῆμος. Ἄχαρ ἱεροσύλησε, καὶ ὅλη ἡ παράταξις ἐμαστίζετο. Ὁ Ζαμβρὶ πάλιν 32.1209 εἰς τὰς Μαδιανίτιδας ἐξεπόρνευε, καὶ ὁ Ἰσραὴλ ἔπιπτεν εἰς δίκην. Καὶ καθάπερ ὁ λοιμὸς, ἐπειδὰν ἑνὸς ἀνθρώπου ἢ κτήνους ἅψηται, κατὰ διάδοσιν ἐπὶ πάντας τοὺς ἐγγίζοντας διανέμεσθαι πέφυκεν· οὕτω καὶ οἱ ἐργάται τῆς ἀνομίας, τὸ ἴδιον κακὸν ἐπὶ πάντας ἄγειν φιλονεικοῦσι, πολλοὺς ἑαυτοῖς πα ραπλησίους γενέσθαι φιλοτιμούμενοι, ἵνα ἐν τῇ κοινωνίᾳ τῶν κακῶν διαφεύγωσι τὰ ὀνείδη· καὶ ἄλλος ἄλλῳ τῆς νόσου μεταδιδόντες, συννοσοῦσιν ἀλ λήλοις καὶ συναπόλλυνται. Οὔτε γὰρ πῦρ, εὐκατα πρήστου ὕλης ἁψάμενον, δυνατὸν μὴ οὐχὶ ἐπὶ πᾶσαν αὐτὴν διαβῆναι, ἄλλως τε κἂν ἐπιτύχῃ πνεύματος ἐπιφόρου τὴν φλόγα διακομίζοντος· οὔτε τὴν ἁμαρ τίαν, ἑνὸς ἁψαμένην, μὴ οὐχὶ πάντας τοὺς ἐγγίζον τας διελθεῖν, ἐξαπτόντων αὐτὴν τῶν πνευμάτων τῆς πονηρίας. Αἱ μὲν γὰρ διὰ τοῦ σώματος πράξεις καὶ χρόνου δέονται, καὶ εὐκαιρίας, καὶ καμάτων, καὶ συνερ γῶν, καὶ τῆς λοιπῆς χορηγίας. Αἱ δὲ τῆς διανοίας κινήσεις ἀχρόνως ἐνεργοῦνται, ἀκόπως ἐπιτελοῦν ται, ἀπραγματεύτως συνίστανται, πάντα καιρὸν ἐπιτήδειον ἔχουσι. Καί πού τις τῶν σοβαρῶν καὶ κατοφρυωμένων ἐπὶ σεμνότητι, πλάσμα σωφροσύ νης ἔξωθεν περικείμενος, ἐν μέσοις καθεζόμενος πολλάκις τοῖς ἐπ' ἀρετῇ αὐτὸν μακαρίζουσιν, ἀπ έδραμε τῇ διανοίᾳ πρὸς τὸν τῆς ἁμαρτίας τόπον ἐν τῷ ἀφανεῖ τῆς καρδίας κινήματι. Εἶδε τῇ φαν τασίᾳ τὰ σπουδαζόμενα, ἀνετυπώσατό τινα ὁμιλίαν οὐκ εὐπρεπῆ, καὶ ὅλως ἐν τῷ κρυφίῳ τῆς καρδίας ἐργαστηρίῳ ἐναργῆ τὴν ἡδονὴν ἑαυτῷ ζωγραφή σας, ἀμάρτυρον ἔσω τὴν ἁμαρτίαν εἰργάσατο. Τὸ γὰρ πλεῖστον τῆς ἁμαρτίας ἐν τῇ ὁρμῇ πληροῦται τῇ κατὰ πρόθεσιν· διότι αἱ μὲν τοῦ σώματος πρά ξεις ὑπὸ πολλῶν διακόπτονται, ὁ δὲ κατὰ πρόθεσιν ἁμαρτάνων τῷ τάχει τῶν νοημάτων συναπαρτιζο μένην ἔχει τὴν ἁμαρτίαν. Ὡς γὰρ ἡ σκιὰ τῷ σώ ματι, οὕτω ταῖς ψυχαῖς αἱ ἁμαρτίαι παρέπονται, ἐναργεῖς τὰς πράξεις ἐξεικονίζουσαι. Τελεία μὲν οὖν κακία, τὸ καὶ γνώμῃ καὶ πράξεσιν ἁμαρτάνειν· ἥμισυ δὲ τοῦ κακοῦ, ἐπὶ τῆς ὁρμῆς τῆς κατὰ διά νοιαν στῆναι τὴν ἁμαρτίαν. Οὐ πάντη οὖν ἀτιμώ ρητος ὁ κατὰ διάνοιαν ἁμαρτάνων· ἀλλ' ὅσον ἐλ λείπει τοῦ κακοῦ, τοσοῦτον αὐτῷ τῶν πόνων ὑφαι ρεθήσεται. Τὸν μέντοι παραδεχθέντα εἰς τὴν ἀδελ φότητα, εἶτα τὴν ὁμολογίαν ἀθετήσαντα, οὕτω χρὴ ὁρᾶσθαι, ὡς εἰς Θεὸν ἐξαμαρτόντα, ἐφ' οὗ, καὶ εἰς ὃν τὴν ὁμολογίαν τῶν συνθηκῶν κατέθετο. Ἐὰν δὲ εἰς Θεὸν ἁμαρτήσῃ τις, φησὶ, καὶ τίς προσεύξε ται περὶ αὐτοῦ; Ὁ γὰρ ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ, εἶτα πρὸς ἄλλον βίον ἀποπηδήσας, ἱερόσυλος γέγο νεν, αὐτὸς ἑαυτὸν διακλέψας, καὶ ἀφελόμενος τὸ τοῦ Θεοῦ ἀνάθημα. Οἷς