1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

33

εὔλογόν ἐστι, μηκέτι θύραν τῶν ἀδελφῶν ἀνοίγεσθαι, μηδὲ εἰ κατὰ ψιλὴν πάρ 32.1212 οδον σκέπης ἕνεκεν ἐπιδημήσειεν. Ὁ γὰρ ἀποστο λικὸς κανὼν φανερὸς, κελεύει ἡμᾶς στέλλεσθαι ἀπὸ παντὸς ἀτάκτου, καὶ μὴ συναναμίγνυσθαι αὐτῷ, ἵνα ἐντραπῇ. Οὕτω γὰρ καὶ τὸ ῥόδον ἄνευ ἀκάνθης ἦν τὴν ἀρχὴν βλαστηθὲν, ὑπὲρ δὲ τῷ κάλλει τοῦ ἄνθους ἡ ἄκανθα παρεζεύχθη, ἵνα τῷ τερπνῷ τῆς ἀπολαύ σεως ἐγγύθεν ἔχωμεν παρακειμένην τὴν λύπην, μεμνημένοι τῆς ἁμαρτίας, δι' ἣν ἀκάνθας καὶ τρι βόλους ἡμῖν ἡ γῆ ἀνατέλλειν κατεδικάσθη. Ἀλλ' ἡ τῶν παθῶν κακία, διὰ τῆς περὶ Θεοῦ ἀγνωσίας, ἀδόκιμον γνῶσιν ἐντίθησιν. Ὁ μὲν γὰρ μέγας ἀθλη τὴς Ἰὼβ, παντοίους ὑπομείνας πειρασμοὺς, οὐκ ἠγνόει ὁπόθεν αὐτῷ τοῦτ' ἐγένετο. ∆ιὸ ἔλεγε· Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς ἐκπίνει μου τὸ αἷμα. Ὁ δὲ ∆αβὶδ ἐπειδὴ περὶ τὴν ψυχὴν αὐτὴν ἐνενοσήκει, αὐτὸς ἑαυτὸν ἐτιμωρεῖτο, παντοίαις ὑποβάλλων κολάσεσιν ἐν τοῖς τῆς ἐξομο λογήσεως τρόποις. Ὅτι γὰρ τὰ βέλη σου ἐνεπάγη σάν μοι, φησὶ, καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου. Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Καί μοι δοκεῖ τὰ ἐνταῦθα λεγόμενα βέλη λογικὰ εἶναι· μᾶλλον δὲ αὐτοὺς τοὺς τοῦ Θεοῦ λόγους, νύτ τοντας καὶ τιτρώσκοντας αὐτοῦ τὴν ψυχὴν, καὶ τὴν συνείδησιν αὐτοῦ τιμωρουμένους καὶ κολάζοντας. Ἐπεὶ τοσοῦτος ἦν ὁ ἀνὴρ, καὶ τοσούτων τετυ χηκὼς ὑπὸ τοῦ Θεοῦ, αἰσχρᾷ πράξει ἑαυτὸν ἐξέδω κεν. Ἐπειδὴ γὰρ ἄφρακτος εὑρεθεὶς, οὐκ ἀντέσχε πρὸς τὰ τοῦ πονηροῦ πεπυρωμένα βέλη, εἰκότως τὴν ψυχὴν τρωθεὶς, ἑάλω τῇ ἐπιθυμίᾳ. Ὥσπερ δὲ τὰ τοῦ διαβόλου βέλη, τὰ ἕλκη τὰ ἐπιτεθέντα τῷ Ἰὼβ κατὰ τοῦ σώματος, ἐπειδὴ κατὰ συγχώρησιν ἐγίνετο τοῦ Θεοῦ, βέλη Κυρίου ὠνόμασεν, εἰπὼν, Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐ τῶν ἐκπίνει μου τὸ αἷμα· οὕτως εἰκὸς καὶ τὸν ∆α βὶδ ἐνταῦθα βέλη Κυρίου εἰρηκέναι, ἐπεὶ κατὰ συγχώρησιν τοῦ Κυρίου κατεστρατεύσατο αὐτοῦ ὁ ἀντίπαλος, ἵνα μάθῃ μὴ λέγειν· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ἐπειδὴ γὰρ τῇ χάριτι τοῦ Θεοῦ δυ ναμούμενος, μέγα ἐφ' ἑαυτῷ ἐφρόνησέ ποτε, ὡς ἀπαυθαδιάσασθαι καὶ εἰπεῖν, Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· τούτου χάριν εἰκότως παρεδόθη τῷ πειράζοντι, ὃς τῆς ψυχῆς αὐτοῦ καθαψάμενος, μειζόνως αὐτὸν ἢ τὸν Ἰὼβ ἐζημίωσεν. Ἐγὼ δὲ τρεῖς ταύτας διαφορὰς τῆς διαθέσεως πρὸς τὴν ἀπαραίτητον ἀνάγκην τῆς ὑπακοῆς τοῦ Χριστοῦ καθορῶ, δουλείαν, μισθαρνίαν, υἱότητα. Ἢ γὰρ φοβούμενοι τὰς κολάσεις ἐκκλίνομεν ἀπὸ τοῦ κακοῦ, καὶ ἐσμὲν ἐν τῇ διαθέσει τῇ δουλικῆ· 32.1213 ἢ τὰ ἐκ τοῦ μισθοῦ κέρδη διώκοντες, ἕνεκεν τῆς ἑαυτῶν ὠφελείας πληροῦμεν τὰ προστεταγμένα, καὶ κατὰ τοῦτο προσεοίκαμεν τοῖς μισθίοις· ἢ δι' αὐτὸ τὸ καλὸν, καὶ τὴν πρὸς τὸν δεδωκότα ἡμῖν τὸν νόμον ἀγάπην, χαίροντες ὅτι οὕτως ἐνδόξῳ καὶ ἀγαθῷ Θεῷ δουλεύειν κατηξιώθημεν· καὶ ἐσμὲν οὕτως ἐν τῇ τῶν υἱῶν διαθέσει. Οὔτε οὖν ὁ ἐν φόβῳ τὰς ἐντολὰς κατ ορθῶν, καὶ ἀεὶ τὸ τῆς ῥᾳθυμίας ἐπιτίμιον ὑφορώ μενος, τὰ μὲν ποιήσει τῶν προστεταγμένων αὐτῷ, τὰ δὲ παρόψεται· ἀλλὰ τὴν ἐπὶ πάσῃ παρακοῇ ἐκ δίκησιν ὁμοίως φοβερὰν ἑαυτῷ ὑπολήψεται· καὶ διὰ τοῦτο μακαρίζεται, ὡς οὐδὲν αἱρούμενος παριδεῖν τῶν δεόντων (Μακάριος γὰρ, φησὶν, ἀνὴρ ὁ φοβού μενος τὸν Κύριον· διὰ τί; ὅτι ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα). Ἀλλ' οὐδὲ ὁ μισθωτὸς παραβῆναί τι τῶν διατεταγμένων αἱρήσεται. Πῶς γὰρ κομίσεται τὸν μισθὸν τῆς ἐργασίας, μὴ πάντα πληρώσας τὰ συμπεφωνημένα; Καὶ γὰρ ἐὰν ἕν τι λείπῃ τῶν ἀναγκαίων, ἄχρηστον τὸ ἔργον τῷ κεκτη μένῳ κατέστησε. Τίς οὖν, μενούσης ἔτι τῆς βλά βης, μισθὸν ὑποτελεῖ τῷ ἀδικήσαντι; Τρίτον ἦν ἡ κατὰ ἀγάπην ὑπηρεσία. Τίς οὖν υἱὸς σκοπὸν ἔχων τὴν τοῦ πατρὸς εὐαρέστησιν, ἐπὶ τοῖς μείζοσιν αὐ τὸν εὐφραίνων, τῶν μικροτάτων ἕνεκεν λυπεῖν αἱρή σεται; Οἱ τοίνυν τὰς πλείστας τῶν ἐντολῶν παραβαί νοντες, ἐν ποίῳ μέρει τετάχθαι βούλονται; μήτε ὡς Πατρὶ ὑπηρετοῦντες τῷ Θεῷ, μήτε ὡς μεγάλα ἐπ αγγελλομένῳ πειθόμενοι, μήτε