1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

34

ὡς ∆εσπότῃ δου λεύοντες. Πῶς δὲ τὸν καθ' ἡδονὴν βίον τοῦ κατ' ἐντολὴν προτιμήσαντες, ζωῆς μακαριότητα, καὶ ἰσοπολιτείαν τῶν ἁγίων, καὶ τὰς μετ' ἀγγέλων εὐφροσύνας ἐν προσώπῳ Χριστοῦ ἑαυτοῖς ὑποθώμεθα; Νηπίας ὄν τως φρενὸς τὰ τοιαῦτα φαντάσματα. Πῶς ἔσομαι μετὰ Ἰὼβ, ὁ μηδὲ τὴν τυχοῦσαν θλίψιν μετ' εὐχα ριστίας δεξάμενος; Πῶς μετὰ ∆αβὶδ, ὁ μὴ πρὸς τὸν πολέμιον μακροθύμως διατεθείς; Πῶς μετὰ ∆ανιὴλ, ὁ μὴ μετ' ἐγκρατείας διηνεκοῦς καὶ δεήσεως φιλο πόνου τὸν Θεὸν ἐκζητήσας; Πῶς μεθ' ἑκάστου τῶν ἁγίων, ὁ μὴ τοῖς ἴχνεσιν αὐτῶν περιπατήσας; Τίς οὕτως ἄκριτος ἀθλοθέτης, ὡς τῶν ἴσων ἀξιῶσαι στεφάνων τὸν νικητὴν, καὶ τὸν μηδὲν ἠγωνισμένον; Τίς στρατηγὸς εἰς τὴν μερίδα τῶν σκύλων ἐξ ἴσου ποτὲ τοῖς νενικηκόσι τοὺς μηδὲ φανέντας ἐπὶ τῆς μάχης ἐκάλεσεν; Ἀγαθὸς ὁ Θεὸς, ἀλλὰ καὶ δίκαιος. ∆ικαίου δὲ, ἡ πρὸς ἀξίαν ἀντίδοσις, καθὼς γέγρα πται· Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς. Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς, ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Ἐλεήμων, ἀλλὰ καὶ κριτής. Ἀγαπᾷ γὰρ ἐλεημοσύνην καὶ κρί σιν ὁ Κύριος. Ἔμαθες ἐπὶ τίνας τὸ ἔλεος; Μακάριοι, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Ὁρᾷς, πῶς κεκριμένως κέχρηται τῷ ἐλέῳ, οὔτε ἀκρίτως ἐλεῶν, οὔτε ἀνηλεῶς κρίνων; Ἐλεήμων 32.1216 γὰρ ὁ Κύριος καὶ δίκαιος. Μὴ οὖν ἐξ ἡμισείας τὸν Κύριον γνωρίζωμεν, μηδὲ ἀφορμὴν ῥᾳθυμίας τὴν αὐτοῦ φιλανθρωπίαν λαμβάνωμεν. ∆ιὰ τοῦτο βρονταὶ, διὰ τοῦτο κεραυνοὶ, ἵνα μὴ καταφρονῆται ἡ ἀγαθότης. Ὁ τὸν ἥλιον ἀνατέλλων, καὶ ἀβλεψίαν καταδικάζει. Ὁ τὸν ὄμβρον διδοὺς, καὶ τὸ πῦρ βρέ χει. Ἐκεῖνα τῆς χρηστότητος, ταῦτα τῆς ἀποτο μίας. Ἢ δι' ἐκεῖνα ἀγαπήσωμεν, ἢ διὰ ταῦτα φοβη θῶμεν, ἵνα μὴ ῥηθῇ καὶ ἡμῖν· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σε αυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς. Τί δέ μοι τὸ ὄφελος τῶν ἄλλων κατορθωμάτων, εἰ μέλλοιμι, μωρὸν εἰ πὼν τὸν ἀδελφὸν, ἔνοχος γενέσθαι τῇ γεέννῃ; Τί γὰρ ὄφελος τῆς ἀπὸ τῶν πολλῶν ἐλευθερίας τῷ ὑφ' ἑνὸς κρατουμένῳ εἰς δουλείαν; Ὁ γὰρ ποιῶν, φησὶ, τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας. Τί δὲ κέρδος τῆς ἐν πολλοῖς ἀπαθείας τῷ ὑφ' ἑνὸς πάθους φθειρομένῳ τὸ σῶμα; Ὁ γὰρ τὸ θέλημα τοῦ Θεοῦ ἐργαζόμενος, μὴ καθὼς δὲ θέλει ὁ Θεὸς, μηδὲ ἐν δια θέσει τῆς πρὸς Θεὸν ἀγάπης τοῦτο ποιῶν, ἀνόνητον ἔχει τὴν τούτου σπουδήν. Ἀμὴν γὰρ λέγω ὑμῖν, φησὶν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Τοιγαρ οῦν, εἰ μὴ τῆς πρώτης σεαυτοῦ γενέσεως, ἄνθρωπε, μέμνησαι, ἐκ τῆς καταβληθείσης ὑπὲρ σοῦ τιμῆς λάβε τινὰ τοῦ ἀξιώματος ἔννοιαν· ἀπόβλεψόν σου πρὸς τὸ ἀντάλλαγμα, καὶ γνῶθι σεαυτοῦ τὴν ἀξίαν. Τῷ πολυτιμήτῳ αἵματι τοῦ Θεοῦ ἠγοράσθης· μὴ γίνου δοῦλος τῆς ἁμαρτίας. Σύνες σεαυτοῦ τῆς τι μῆς, ἵνα μὴ παρεικασθῇς τοῖς ἀνοήτοις κτήνεσι. Πῶς γὰρ τῶν οἰκετῶν ἄρξετε, αὐτοὶ δουλεύοντες ἐπιθυμίαις ἀνοήτοις καὶ βλαβεραῖς, ὡς ἀνδράποδα; Πῶς τοὺς παῖδας νουθετήσετε, ἀνουθέτητον ζωὴν καὶ ἀδιάτακτον ζῶντες; Ὥσπερ γὰρ ἐμοὶ ἀνάγκη ἐπί κειται, καὶ οὐαί μοι ἐστὶν, ἐὰν μὴ εὐαγγελίζω μαι, καὶ ἀναγγέλλω τὰ δικαιώματα τοῦ Θεοῦ νυκτός τε καὶ ἡμέρας, κατὰ τὸν Ἀπόστολον· οὕτω καὶ ὑμῖν ἴσος ὁ ἀγὼν, ἀποῤῥᾳθυμήσασιν, ἢ ἀτόνως καὶ ἐκ λελυμένως πρός τε τὴν φυλακὴν τῶν παραδεδομέ νων καὶ τὴν διὰ τῶν ἔργων πλήρωσιν διατεθεῖσιν. Ὁ λόγος γὰρ ὃν ἐλάλησα, φησὶν ὁ Κύριος, ἐκεῖνος κρινεῖ τὸν κόσμον ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἀεὶ μὲν γὰρ ἐπιθυμῶν τοῦ καλοῦ, ἀεὶ δὲ ἀποτυγχάνων αὐ τοῦ, οὐκ ἄλλην τινὰ αἰτίαν ἔχω τοῖς γινομένοις ἐπι νοεῖν, πλήν γε δὴ τοῦ πεπεῖσθαι παλαιῶν ἁμαρτημά των ἐκτιννύειν δίκας. Ὡς οὖν εἰδότες, ὅτι ἀντιπρόσ ωποι ἡμῖν οἱ τῆς θεοπνεύστου Γραφῆς λόγοι στήσον ται ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ· οὕτω καὶ προσ χῶμεν νηφόντως τοῖς λεγομένοις, καὶ εἰς ἔργον προαγαγεῖν τὰ θεῖα διδάγματα σπουδαίως ἐπειχθῶ μεν, ὅτι οὐκ οἴδαμεν ποίᾳ ἡμέρᾳ ἢ ὥρᾳ ὁ