1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

35

Κύριος 32.1217 ἡμῶν ἔρχεται. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{1ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ}1

{1ΛΟΓΟΣ Ηʹ.} 1 ∆ιττός μοι φόβος ἐνέσκηψε τοῖς τῆς διανοίας κόλποις ἐκ τῆς περὶ σὲ

ὑποθέσεως. Ἢ γάρ τις ἀσυμπαθὴς τρόπος προκαταρξάμενος εἰς μισανθρω πίας ἔγκλημά με περιῤῥίπτει, ἢ αὖθις συμπαθεῖν ἐθέλοντα, καὶ πρὸς τὰ πάθη μαλακίζεσθαι, κακῶς διατίθησι. ∆ιόπερ καὶ διαχαράττειν μέλλων τουτί μου τὸ γράμμα, τὴν μὲν χεῖρα ναρκῶσαν τοῖς λο γισμοῖς ἐνεύρωσα, τὸ δὲ πρόσωπον, ἠπορημένον ἐκ τῆς ἐπὶ σοὶ κατηφείας, ἀλλοιῶσαι οὐκ ἴσχυσα, το σαύτης μοι ἐπικειμένης αἰσχύνης, ὡς καὶ τὴν τοῦ στόματος σύμπτυξιν παραχρῆμα πίπτειν, τῶν χει λέων μου εἰς κλαυθμὸν ἐκτρεπομένων. Οἴμοι! τί εἴπω, ἢ τί λογίσωμαι, ἐν τριόδῳ ἀπειλημμένος; Ἐὰν ἔλθω εἰς μνήμην τῆς προτέρας σου ματαίας ἀναστροφῆς, ὅτε σοι περιέῤῥει πλοῦτος, καὶ τὸ χαμαιρεπὲς δοξάριον, φρίττω· ἡνίκα εἵπετό σοι κολά κων πλῆθος, καὶ τρυφῆς ἀπόλαυσις πρόσκαιρος μετὰ προφανοῦς κινδύνου καὶ ἀδίκων πόρων· καὶ πῆ μὲν ἀρχοντικοὶ φόβοι διεῤῥίπιζόν σου τὴν τῆς σω τηρίας ὑπόνοιαν, πῆ δὲ δημοσίων θόρυβοι διεσάλευόν σου τὴν ἑστίαν, ἥ τε συνοχὴ τῶν κακῶν ἀπεσφαίριζέ σου τὸν νοῦν πρὸς τὸν δυνάμενόν σοι βοηθεῖν· ἡνίκα κατὰ μικρὸν ἐμελέτας περιβλέπεσθαι τὸν Σωτῆρα, φέροντα μὲν πρὸς ὠφέλειαν τοὺς φόβους, ῥυόμενον δέ σε, καὶ σκέποντα, παίζοντα κατ' αὐτοῦ ἐν ταῖς ἀδείαις· ἡνίκα ἐγυμνάζου πρὸς μεταβολὴν σεμνοῦ τρόπου, σκυβαλίζων μέν σου τὴν πολυκίνδυνον περι ουσίαν, οἴκου τε θεραπείαν, καὶ συνοίκου ὁμιλίαν ἀπαρνησάμενος. Ὅλος μετάρσιος, ὥσπερ ξένος καὶ ἀλήτης, ἀγροὺς καὶ πόλεις ἐξαμείβων, κατέδραμες ἐπὶ τὰ Ἱεροσόλυμα, ἔνθα σοι καὶ αὐτὸς συνδιατρίβων ἐμακάριζον τῶν ἀθλητικῶν πόνων, ὅτε ἑβδοματικοῖς κύκλοις νῆστις διατελῶν Θεῷ προσεφιλοσόφεις, ὁμοῦ καὶ τὰς τῶν ἀνθρώπων συντυχίας λόγῳ τροπῆς ὑπο φεύγων, καὶ ἡσυχίαν ἑαυτῷ ἐφαρμόσας, τοὺς πολι τικοὺς θορύβους ἐξέκλινας. Σάκκῳ δὲ τραχεῖ τὸ σῶμά σου διανύττων, καὶ ζώνῃ σκληρᾷ τὴν ὀσφὺν περισφίγγων, καρτερικῶς τὰ ὀστᾶ σου διέθλιβες. Λαγόνας δὲ ταῖς ἐνδείαις κοιλαίνων μέχρι τῶν νω τιαίων μερῶν ὑπεχαύνωσας· καὶ φασκίας μὲν ἁπαλῆς τὴν χρῆσιν ἀπηρνήσω· ἔνδοθεν δὲ τὰς λα πάρας σικύας δίκην ὑφελκύσας, τοῖς νεφριτικοῖς χωρίοις προσκολλᾶσθαι ἐβιάζου. Ὅλην δὲ τὴν τῆς σαρκὸς πιμελὴν ἐκκενώσας, τοὺς τῶν ὑπογαστρίων ὀχετοὺς γενναίως ἐξήρανας, γαστέρα τε αὐτὴν ταῖς ἀσιτίαις συμπτύξας, τὰ πλευριτικὰ μέρη, ὥσπερ τινὰ στέγης ἐξοχὴν, τοῖς τοῦ ὀμφαλοῦ μέρεσιν ἐπ εσκίαζες. Καὶ συνεσταλμένῳ ὅλῳ τῷ ὀργάνῳ, κατὰ 32.1220 τὰς νυκτερινὰς ὥρας ἀνθομολογούμενος τῷ Θεῷ, τοῖς τῶν δακρύων ὀχετοῖς γενειάδα ἔμβροχον καθωμάλι ζες. Καὶ τί με δεῖ καταλέγειν ἕκαστα; Μνήσθητι ὅσα ἁγίων στόματα φιλήματι κατησπάσω· ὅσα ἱερὰ σώματα περιεπτύξω, ὅσοι σου τὰς χεῖρας ὡς ἀχράν τους περιέθαλπον· ὅσοι δοῦλοι Θεοῦ, ὥσπερ λάτρεις, ὑπέδραμον τοῖς γόνασί σου περιπλεκόμενοι. Καὶ τούτων τέλος τί; Μοιχικῆς φήμης δια βολὴ, βέλους ὀξύτερον διιπταμένη, τιτρώσκει ἡμῶν τὰς ἀκοὰς, ἀκμαιοτέρῳ κέντρῳ τὰ σπλάγχνα ἡμῶν διανύττουσα. Τίς ἡ τοῦ γόητος τοσαύτη ἔντεχνος ποικιλία εἰς τοσοῦτόν σε περιήγαγεν ὀλέθριον σκέ λισμα; ποῖα πολύπλοκα τοῦ διαβόλου δίκτυα περι σφίγξαντά σε, τὰς τῆς ἀρετῆς ἐνεργείας ἀκινήτους ἀπήλεγξε; ποῦ μοι τὰ διηγήματα τῶν σῶν πόνων οἴχεται; Ἆρα γὰρ ἀπιστῆσαι ἄξιον; Καὶ πῶς οὐχὶ ἐκ τῶν ἐναργῶν καὶ τὰ τέως ἀφανῆ εἰς πίστιν δεξό μεθα; εἰ τὰς τῷ Θεῷ προσφυγούσας ψυχὰς φρικτοῖς ὅρκοις κατέκλεισας, ὁπότε παρατετηρημένως τοῦ ναὶ