1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

36

καὶ τοῦ οὒ τὸ περισσὸν τῷ διαβόλῳ προσνενέμηται. Ὁμοῦ τοίνυν καὶ παρορκίας ὀλεθρίου γέγονας ἔγ γυος, καὶ φαυλίσας τῆς ἀσκήσεως τὸν χαρακτῆρα, μέχρι τῶν ἀποστόλων καὶ αὐτοῦ τοῦ Κυρίου ἀνέπεμ ψας τὸ αἶσχος. Κατῄσχυνας τὸ τῆς ἁγνείας καύ χημα, ἐμωμήσω τῆς σωφροσύνης τὸ ἐπάγγελμα, ἐγενόμεθα αἰχμαλώτων τραγῳδία, Ἰουδαίοις καὶ Ἕλλησι δραματουργεῖται τὰ ἡμέτερα. ∆ιέτεμες φρό νημα μοναχῶν, τοὺς ἀκριβεστέρους εἰς φόβον καὶ δειλίαν ἤγαγες, θαυμάζοντας ἔτι τοῦ διαβόλου τὴν δύναμιν· τοὺς ἀδιαφόρους εἰς ἀκολασίας ζῆλον μετ έθηκας. Ἔλυσας, ὅσον ἐπὶ σοὶ, τὸ τοῦ Χριστοῦ καύ χημα, Θαρσεῖτε, λέγοντος, ἐγὼ νενίκησα τὸν κό σμον, καὶ τὸν τούτου ἄρχοντα. Ἐκέρασας τῇ πατρίδι κρατῆρα δυσφημίας. Ὄντως εἰς ἔργον ἤγα γες τὰς Παροιμίας· Ὡς ἔλαφος τοξευθεὶς εἰς τὸ ἧπαρ. Ἀλλὰ τί νῦν; Οὐ πέπτωκεν ὁ τῆς ἰσχύος πύργος, ἀδελφὲ, οὐκ ἐμωμήθη τὰ τῆς ἐπιστροφῆς φάρμακα, οὐκ ἀπεκλείσθη τοῦ φευκτηρίου ἡ πόλις. Μὴ τῷ βάθει τῶν κακῶν ἐναπομείνῃς· μὴ χρήσῃς σεαυτὸν τῷ ἀνθρωποκτόνῳ. Οἶδεν ἀνορθοῦν κατεῤ ῥαγμένους ὁ Κύριος. Φεῦγε μὴ μακρὰν, ἀλλὰ πρὸς ἡμᾶς ἀνάδραμε. Ἀνάλαβε πάλιν νεανικοὺς πόνους, δευτέροις κατορθώμασι διαλύων τὴν χαμαίζηλον καὶ γλοιώδη ἡδονήν. Ἀνάνευσον πρὸς τὴν τοῦ τέλους ἡμέραν οὕτω προσεγγίσασαν τῇ ζωῇ ἡμῶν, καὶ γνῶθι, πῶς λοιπὸν Ἰουδαίων καὶ Ἑλλήνων παῖδες συνελαύνονται πρὸς θεοσέβειαν, καὶ μὴ ἁπαξαπλῶς ἀπαρνήσῃ τὸν τοῦ κόσμου Σωτῆρα· μή σε ἡ φρικω δεστάτη ἐκείνη καταλάβῃ ἀπόφασις, ὅτι Οὐκ οἶδα ὑμᾶς, τίνες ἐστέ. Ἑνὸς ἀνδρὸς ἦν Ἰωάννου τὸ κήρυγμα, καὶ πάν τας εἷλκε πρὸς τὴν μετάνοιαν· σὺ δὲ, διὰ προφη τῶν διδασκόμενος· Λούσασθε, καθαροὶ γένεσθε· διὰ Ψαλμῶν νουθετούμενος· Προσέλθετε πρὸς αὐ τὸν καὶ φωτίσθητε· δι' ἀποστόλων εὐαγγελιζόμε 32.1221 νος· Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν ἐπαγγελίαν τοῦ Πνεύματος· ὑπ' αὐτοῦ τοῦ Κυρίου προσλαμ βανόμενος, λέγοντος· ∆εῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ὀκνεῖς, καὶ βουλεύῃ, καὶ διαμέλλεις. Ἐκ νηπίου τὸν λόγον κατηχούμενος, οὔπω συνέθου τῇ ἀληθείᾳ; πάντοτε μανθάνων, οὐδέπω ἦλθες πρὸς τὴν ἐπίγνωσιν; Πειραστὴς διὰ βίου, κατάσκοπος μέχρι γήρως, πότε γενήσῃ Χριστιανός; πότε σε γνωρίσομεν ὡς ἡμέτερον; Πέρυσι τὸν παρόντα και ρὸν ἐξεδέχου, νῦν πάλιν ἀναμένεις τὸν ἐπιόντα. Ὅρα, μὴ εὑρεθῇς μακροτέρας τῆς ζωῆς τὰς ὑπο σχέσεις ποιούμενος. Οὐκ οἶδας τί τέξεται ἡ ἐπιοῦσα· μὴ ἐπαγγέλλου τὰ μὴ σά. Ἐπὶ ζωήν σε καλοῦμεν, ἄνθρωπε· τί ἀποφεύγεις τὴν κλῆσιν; ἐπ' ἀγαθῶν μετουσίαν· τί ὑπερβαίνεις τὴν δωρεάν; Βασιλεία οὐρανῶν ἤνοικται· ὁ καλῶν ἀψευδής· ἡ ὁδὸς ῥᾳδία, οὐ χρόνου, οὐ δαπάνης, οὐ πραγματείας χρεία· τί μέλλεις; τί ἀναδύῃ, τί φοβῇ τὸν ζυγὸν, ὥσπερ δά μαλίς τις ἀπειρόζυγος; Οὐ τρίβει τὸν αὐχένα, ἀλλὰ δοξάζει. Οὐ γὰρ δεσμεῖται ἡ ζεύγλη περὶ τὸν τρά χηλον, αὐτεξούσιον ἐπιζητεῖ τὸν ὑφέλκοντα. Ὁρᾷς, ὅτι κατηγορεῖται Ἐφραῒμ, ὡς παροιστρῶσα δάμαλις, ὅτι ἄτακτα περιπλανᾶται, τὸν τοῦ νόμου ζυγὸν ἀτι μάζων; Ὑπόθες σου τὸν ἀδάμαστον αὐχένα· γενοῦ ὑποζύγιον τοῦ Χριστοῦ, ἵνα μὴ ἀφειμένος τῆς ζεύ γλης, μηδὲ ἐλευθεριάζων τῷ βίῳ, εὐεπιχείρητος ᾖς τοῖς θηρίοις. Εἰ χρυσὸν τῇ Ἐκκλησίᾳ διένεμον, οὐκ ἄν μοι εἶπες· Αὔριον ἥξω, καὶ αὔριον δώσεις· ἀλλ' ἀπ ῄτεις ἂν ἤδη τὴν διανομὴν κατεπείγων, καὶ ἐδυσφό ρεις πρὸς τὴν ὑπέρθεσιν. Ἐπεὶ δὲ οὐχ ὕλης εὔ χροιαν, ἀλλὰ ψυχῆς καθαρότητα προτείνεταί σοι ὁ μεγαλόδωρος, προφάσεις πλάττῃ, καὶ αἰτίας ἀπαριθμῇ. Εἰ δοῦλος ἀνθρώπων ἦσθα, προεγράφη δὲ δούλοις ἐλευθερία, οὐκ ἂν ἐπὶ τὴν κυρίαν ἀπήν τησας, συνηγόρους μισθούμενος, καὶ δικαστὰς πα ρακαλῶν, ὥστε πάσῃ μηχανῇ πρὸς ἐλευθερίαν ἐξ αιρεθῆναι; Ἤ που καὶ ῥάπισμα, τὴν τελευταίαν τῶν δούλων πληγὴν, ὑπὲρ τῆς μετὰ ταῦτα τῶν αἰ κισμῶν ἀπαλλαγῆς καταδέχου. Ἐπειδὴ δὲ δοῦλον ὄντα σε οὐκ ἀνθρώπων, ἀλλὰ τῆς ἁμαρτίας, καλεῖ πρὸς