1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

38

τέλος· εἰ δὲ βλαβερὰ τῷ ποιοῦντι, τί ἐπιμένεις τοῖς ὀλεθρίοις; Οὐ βλέπει Θεὸς τὰ γινόμενα; ἢ οὐ νοεῖ σου τὰ ἐνθυμήματα; ἢ συνεργάζεταί σου ταῖς ἀνομίαις; Ὑπέλαβες γὰρ ἀνομίαν, φησὶν, ὅτι ἔσομαί σοι ὅμοιος. Σὺ δὲ ἀνδρὸς μὲν θνητοῦ φιλίαν πραγματευόμενος, δι' εὐ εργεσίας αὐτὸν προσάγῃ, ἐκεῖνα λέγων καὶ πράττων, οἷσπερ ἂν αὐτὸν αἴσθῃ χαίροντα· Θεῷ δὲ προσ οικειούμενος, καὶ εἰς τὴν τοῦ υἱοῦ τάξιν ἐλπίζων παραδεχθήσεσθαι, τὰ ἐχθρὰ τῷ Θεῷ πράττων, καὶ διὰ τῆς τοῦ νόμου παραβάσεως ἀτιμάζων αὐτόν· ἐξ ὧν μάλιστα προσκρούεις, ἐκ τούτων ἐλπίζεις τὴν οἰκειότητα; Ὅρα, μὴ ἐπ' ἐλπίδι τῆς ἀπολυτρώσεως, πλῆθος κακῶν σεαυτῷ συλλεξάμενος, τὴν μὲν ἁμαρ τίαν ἀθροίσῃς, τῆς δὲ συγχωρήσεως ἀποτύχῃς. Θεὸς οὐ μυκτηρίζεται. Μὴ ἐμπορεύου τὴν χάριν. Μὴ εἴπῃς· Καλὸς μὲν ὁ νόμος, ἀλλ' ἡδίων ἡ ἁμαρτία. Ἡδονὴ ἄγκιστρόν ἐστι τοῦ διαβόλου, πρὸς ἀπώλειαν ἕλκον. Ἡδονὴ, μήτηρ τῆς ἁμαρτίας· ἡ δὲ ἁμαρτία τὸ κέντρον ἐστὶ τοῦ θανάτου. Ἡδονὴ, τροφὸς τοῦ αἰωνίου σκώληκος· ἣ πρὸς καιρὸν μὲν καταλεαίνει τὸν ἀπολαύοντα, ὕστερον δὲ πικροτέρας χολῆς ποιεῖ ται τὰς ἀναδόσεις. Τί ποιεῖς, ἄνθρωπε; Ὅτε δυνατὸς εἶ ἐν ἔργοις, τὴν νεότητά σου ταῖς ἁμαρτίαις προσ αναλίσκεις. Ὅταν ἀποκάμῃ τὰ ὄργανα, τότε προσ άγεις αὐτὰ τῷ Θεῷ, ὅτε εἰς οὐδὲν αὐτοῖς ἔστι χρή σασθαι, ἀλλ' ἀνάγκη κεῖσθαι, διὰ τὸν ἐκ τοῦ χρόνου μαρασμὸν, παραλυθέντος τοῦ τόνου. Ἡ ἐν γήρᾳ σωφροσύνη, οὐ σωφροσύνη, ἀλλ' ἀκολασίας ἀδυνα μία. Νεκρὸς οὐ στεφανοῦται· οὐδεὶς δίκαιος, δι' ἀδυναμίαν κακοῦ. Ἕως ἔστι σοι δύναμις, λόγῳ κρά τει τῆς ἁμαρτίας· τοῦτο γάρ ἐστιν ἀρετὴ, ἔκκλισις ἀπὸ κακοῦ, καὶ ποίησις ἀγαθοῦ. Ἡ δὲ ἀργία τῆς πονη ρίας οὔτε ἐπαίνων αὐτὴ καθ' ἑαυτὴν, οὔτε κολάσεων ἀξιοῦται. Ἐὰν δι' ἡλικίαν παύσῃ τῆς ἁμαρτίας, τῆς ἀσθενείας ἡ χάρις. Ἐπαινοῦμεν δὲ τοὺς κατὰ προαίρε σιν ἀγαθοὺς, οὐ τοὺς ὑπό τινος ἀνάγκης ἐξειργομένους. Τίς δέ σοι τὸν ὅρον τῆς ζωῆς ἔπηξε; τίς σοι τὴν προθεσμίαν τοῦ γήρως ὥρισε; τίς οὕτως ἀξιόπιστος παρὰ σοὶ τῶν μελλόντων ἐγγυητής; Οὐχ ὁρᾷς νήπια ἀναρπαζόμενα, τοὺς ἐν ἡλικίᾳ ἀπαγομένους; Οὐκ ἔχει μίαν προθεσμίαν ὁ βίος. Τί ἀναμένεις πυρετοῦ σοι δῶρον γενέσθαι τὴν μετάνοιαν, ὅτε οὐδὲ φθέγξα σθαι δυνήσῃ τὰ τῆς ἐξομολογήσεως σωτήρια ῥήματα· τάχα δὲ οὐδὲ ἀκοῦσαι καθαρῶς ἐπιτραπήσῃ, 32.1228 αὐτῇ τῇ κεφαλῇ ἐνοικούσης τῆς νόσου, οὐ χεῖρας ἆραι εἰς οὐρανὸν, οὐκ ἐπὶ πόδας διαναστῆναι, οὐ κλῖναι γόνυ εἰς τὴν προσκύνησιν, οὐ διδαχθῆναι χρησίμως, οὐχ ὁμολογῆσαι ἀσφαλῶς, οὐχὶ πιστεῦσαι Θεῷ, οὐκ ἀποτάξασθαι τῷ ἐχθρῷ, τάχα δὲ, οὐδὲ συνετῶς ἐπακοῦσαι μυσταγωγούμενος, ἀμφίβολος ὢν τοῖς παροῦσιν, ἆρα ᾔσθετο τῆς χάριτος, ἢ ἀναισθήτως ἔχει τῶν γινομένων; Ὅταν δὲ καὶ ἐπι στημόνως τὴν χάριν δέξῃ, τότε τὸ μὲν τάλαντον ἔχεις, τὴν δὲ ἐργασίαν οὐκ ἐπιφέρῃ. Σοφός ἐστι τοῦ κακοποιῆσαι ὁ πονηρὸς, ἀδελ φοί· συνορᾷ, ὅτι κατὰ τὸ παρὸν ζῶμεν οἱ ἄνθρωποι, καὶ πᾶσα πρᾶξις κατὰ τὸ ἐνεστὼς ἐνεργεῖται. Τὴν οὖν σήμερον κλέπτων ἡμῶν διὰ τῆς μεθοδείας, τῆς αὔριον ἡμῖν τὰς ἐλπίδας περιαφίησιν. Ἢ γὰρ οὐχὶ τὴν μὲν ἁμαρτίαν σήμερον ποιεῖν ὑποβάλλει, τὴν δὲ δικαιοσύνην εἰς τὴν αὔριον πείθει ἡμᾶς ταμιεύ σεσθαι; Εἶτα ἐπειδὰν ἡ αὔριον ἔλθῃ, πάλιν ἔρχεται ὁ κακὸς συμμεριστὴς ἡμῶν, ἀξιῶν τὴν σήμερον ἑαυτῷ, τὴν δὲ αὔριον τῷ Κυρίῳ· καὶ οὕτως ἀεὶ, τὸ μὲν παρὸν δι' ἡδονῆς ὑφαιρούμενος, τὸ δὲ μέλλον ταῖς ἐλπίσιν ἡμῖν προσαφιεὶς, λανθάνει ἡμᾶς ἀποβουκο λῶν τῆς ζωῆς. Τοιαύτην εἶδον ἐγώ ποτε πανουργίαν ὄρνιθος εὐμηχάνου. Εὐαλώτων γὰρ αὐτῆς τῶν νεοτ τῶν ὑπαρχόντων δι' ἁπαλότητα, ἑαυτὴν προβαλλο μένη ὡς ἕτοιμον θήραμα, καὶ ταῖς χερσὶ τῶν ἀγρευ όντων ἐνστρεφομένη, οὔτε ἁλώσιμος ἦν ἐκ τοῦ προ χείρου τοῖς θηρευταῖς, οὔτε ἀπόγνωσιν αὐτοῖς ἐν εποίει τῆς ἄγρας· ἀλλὰ ταῖς ἐλπίσιν αὐτοὺς ποικίλως παρακατέχουσα, τῇ περὶ αὐτὴν ἀσχολίᾳ, τοῖς νεοσσοῖς τὴν ἄδειαν τῆς φυγῆς προεξένησεν, εἶτα τὸ τελευ ταῖον καὶ αὐτὴ συναπέπτη. Φοβήθητι, μὴ καὶ σὺ τὰ παραπλήσια πάθῃς, ἐν ταῖς τῶν