1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

40

τοῖς ὁμοίοις συγκεχωρη κέναι. Χωρὶς γὰρ τῆς παρὰ τοῦ Θεοῦ ἀφέσεως, ἐπι διδόναι τινὰ ἑαυτὸν τῷ κατ' ἀρετὴν βίῳ, ἀμήχανον. Τὸν γὰρ ἔν τισιν ἁμαρτίαις ἐξετασθέντα, εἶτα ἀνα τρέχειν ἐπὶ τὸν ὑγιῆ βίον ἐπαγγελλόμενον, βούλεται πέρατι μὲν ὁρίζειν τὰ παρελθόντα, ἀρχὴν δέ τινα ποιεῖσθαι μετὰ τὰ ἡμαρτημένα, οἱονεὶ διὰ τῆς μετα νοίας ἀναβιώσκοντα. Συνεχῶς δὲ ταῦτα ἐπαγγελλό μενον, καὶ συνεχῶς αὐτῶν ἀποπίπτοντα, ὡς παν τελῶς αὐτὸν ἀπεγνωσμένον, τῆς φιλανθρωπίας ἐκ κλείει. Οὐ γὰρ ὁ εἰπὼν, Ἥμαρτον, εἶτα ἐπιμένων τῇ ἁμαρτίᾳ, οὗτος ἐξομολογεῖται· ἀλλ' ὁ κατὰ τὸν Ψαλμῳδὸν εὑρὼν τὴν ἁμαρτίαν αὐτοῦ, καὶ μισήσας. Τί γὰρ ὄφελος τῷ ἀῤῥωστοῦντι ἡ παρὰ τοῦ ἰατροῦ ἐπιμέλεια, ὅταν τὰ φθαρτικὰ τῆς ζωῆς ὁ κάμνων ἐπιτηδεύῃ; Οὕτως οὐδὲν ὄφελος ἀδικημάτων συγχωρουμένων τῷ ἔτι ἀῤῥωστοῦντι, καὶ ἀκολαστη μάτων ἀφιεμένων τῷ ἔτι ἀκολασταίνοντι. Παῦσαι τοιγαροῦν τὰ τοῦ πλησίον κακὰ περι εργαζόμενος· μὴ δίδου σχολὴν τοῖς λογισμοῖς ἀλλό τριον ἐξετάζειν ἀῤῥώστημα· ἀλλ' ἐπὶ τὴν οἰκείαν ἔρευναν στρέφε σου τὸ ὄμμα. Πολλοὶ γὰρ τὸ μὲν κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ κατανοοῦσι, τὴν δὲ ἐν τῷ οἰκείῳ ὀφθαλμῷ δοκὸν οὐκ ἐμβλέπουσι. Μὴ τὰ ἔξω περισκόπει, εἴπου τινὸς μῶμον ἐξευρεῖν δυνηθείης, κατὰ τὸν Φαρισαῖον ἐκεῖνον, ὃς εἱστήκει ἑαυτὸν δικαιῶν, καὶ τὸν τελώνην ἐξευτελίζων. Ἀλλὰ σεαυτὸν ἀνακρίνων μὴ διαλείπῃς, μή τι κατὰ τὰς ἐνθυμήσεις ἥμαρτες, μή τι ἡ γλῶσσα παρώλισθε τῆς διανοίας προεκδραμοῦσα, μὴ ἐν τοῖς ἔργοις τῶν χειρῶν πέπρακταί τι τῶν ἀβουλήτων. Ὥσπερ γὰρ ἀμήχανον ὑγείαν ἀναλαβεῖν μὴ τῆς νόσου ἀπαλλα γέντα, ἢ ἐν θερμότητι γενέσθαι τὸν μὴ καθαρῶς πεπαυμένον τῆς καταψύξεως (ἀνεπίδεκτα γὰρ ταῦτα ἀλλήλοις)· οὕτω καὶ τὸν μέλλοντα ἐν ἀγαθῷ βίῳ γενέσθαι, πάσης προσήκει τῆς ἐπὶ τὸ κακὸν συν αφείας ἀπαλλαγῆναι· οὐ γὰρ χρόνου ποσότητι, δια θέσει δὲ ψυχῆς ἡ μετάνοια κρίνεται. Οἱ δὲ χωρι σθέντες τοῦ κενοῦ βίου, καὶ πρὸς τὴν θειοτέραν ζωὴν ἑαυτοὺς ἀσκοῦντες, μὴ ἐφ' ἑαυτοὺς, μηδὲ καταμόνας ἀσκείσθωσαν· ἐμμάρτυρον γὰρ εἶναι προσήκει τὸν τοιοῦτον βίον, ὡς ἂν ἐκτὸς εἶναι πονηρᾶς ὑποψίας. Καὶ εἴ τις πάλαι δελεασθεὶς, ἢ πλούτου κόνιν ἐξ ἀδι κίας ἐφ' ἑαυτὸν συνεφόρησε, καὶ τὸν νοῦν ταῖς τούτου μερίμναις κατέδησεν· ἢ μύσος ἀσελγείας προσῆψε τῇ φύσει δυσέκνιπτον· ἢ τῶν ἄλλων ἐγκλημάτων ἐπλήρωσεν ἑαυτόν· οὗτος, ὡς ἔτι καιρὸς, πρὶν ἐλθεῖν εἰς τελείαν ἀπώλειαν, ἀποθέσθω τῶν φορτίων τὰ 32.1233 πλείονα, καὶ πρὶν ὑποβρύχιον γενέσθαι τὸ σκάφος, ἐκβολὴν ποιησάσθω τῶν ἀγωγίμων, ἃ μὴ δεόντως συνέλεξε. Τὰ χρήματα ἐκβληθέντα καλῶς, οὔτε ἀπόλλυται τοῖς ἐκβαλοῦσι καὶ ῥίψασιν· ἀλλ' ὥσπερ εἰς ὁλκάδας ἄλλας ἀσφαλεστέρας τινὰς τὰς τῶν πε νήτων μεταθέντα γαστέρας, διασώζεται, καὶ φθάνει πρὸς λιμένας ἐλθόντα, καὶ φυλάττεται τοῖς ἐκβαλοῦσι κόσμος. Τὰ γὰρ χρόνῳ κρατυνθέντα πάθη πρῶτον μὲν χρόνου δεῖται πρὸς τὴν διόρθωσιν· ἔπειτα ἰσχυρᾶς καὶ εὐτονωτέρας διαγωγῆς, εἰ μέλλοι τις τοῦ βάθους αὐτοῦ καθικνεῖσθαι, ὥστε πρόῤῥιζα ἐξελεῖν τὰ χρό νῳ μακρῷ ταῖς ψυχαῖς ἐῤῥιζωθέντα. Τοιαύτη ἡ ἐμμελὴς τῶν Νηνευϊτῶν μετάνοια, καὶ ἡ σοφὴ καὶ πεπυκνωμένη θλίψις ἐκείνη, ἥτις οὐδὲ τὰ ἄλογα ἀσυνετελῆ τῆς τιμωρίας ἀφῆκεν· ἀλλὰ καὶ αὐτὰ βοᾶν ἐξ ἀνάγκης ἐμηχανήσατο. Ἐχωρίσθη γὰρ τῆς βοὸς ὁ μόσχος, ἀπηλάθη τῆς μητρῷας θηλῆς ὁ ἀρ νειός· παιδίον ἐπιμάζιον οὐκ ἦν ἐν ταῖς τῆς τεκού σης ἀγκάλαις ἐπιδεικνύναι· φωναὶ δὲ παρὰ πάντων οἰκτραὶ ἀλλήλαις ἀντιβοῶσαι καὶ ἀντηχοῦσαι. Τὰ τέκνα λιμώττοντα τὰς πηγὰς ἐζήτει τοῦ γάλακτος· αἱ μητέρες τῷ φυσικῷ πάθει διακοπτόμεναι, συμ παθέσι φωναῖς ἀνεκαλοῦντο τὰ ἔγγονα· τὰ βρέφη κατὰ τὸν ὅμοιον τρόπον λιμώττοντα, σφοδροτάτῳ κλαυθμῷ ἀνεῤῥήγνυντο καὶ ἀπέσπαιρον· αἱ τεκοῦ σαι ταῖς φυσικαῖς ἀλγηδόσι κατεκεντοῦντο τὰ σπλάγχνα. Ὁ πρεσβύτης ἐπ' ἐκείνων ἐθρήνει, καὶ τὴν πολιὰν ἔτιλλε καὶ ἐσπάραττεν. Ὁ νεανίσκος καὶ ἀκμάζων, σφοδρότερον ἀπωδύρετο· ὁ πένης ἐστέναξεν· ὁ πλούσιος